[ ] Tr.: Skamander u. Nebentäler — Yenişehir [Ab,Ae: Ilion] — 197 od. 279-274 v.Chr. — IK 3,32
1 ἐπιμηνιεύοντος Νυμφίου τοῦ Διοτρέφους, ἐπιστατοῦντος δὲ Διονυσίου τοῦ
Ἱππομέδοντος, Δημήτριος Διοῦς εἶπεν· ἐπειδὴ βασιλεὺς Ἀντίοχος βασιλέως
Σελεύκου ἐν ἀρχῆι τε παραλαβὼν τὴμ βασιλείαν καὶ προστὰς ἐν-
δόξου καὶ καλῆς αἱρέσεως ἐζήτησε τὰς μὲν πόλεις τὰς κατὴν Σε-
5 λευκίδα, περιεχομένας ὑπὸ καιρῶν δυσχερῶν διὰ τοὺς ἀποστάντας
τῶμ πραγμάτων, εἰς εἰρήνην καὶ τὴν ἀρχαίαν εὐδαιμονίαν καταστῆσαι,
τοὺς δ’ ἐπιθεμένους τοῖς πρά<γ>μασι ἐπεξελθών, καθάπερ ἦν δίκαιον, ἀνα-
κτήσασθαι τὴμ πατρώιαν ἀρχήν· διὸ καὶ χρησάμενος ἐπιβολῆι καλῆι καὶ δικαία[ι]
καὶ <λ>αβὼν οὐ μόνον τοὺς φίλους καὶ τὰς δυνάμεις εἰς τὸ διαγωνίσασθαι περὶ
10 τῶμ πραγμάτων αὐτῶι προθύμ<ου>ς, ἀλλὰ καὶ τὸ δαιμόνιον εὔνουν καὶ συν-
εργόν, τάς τε πόλεις εἰς εἰρήνην καὶ τὴμ βασιλείαν εἰς τὴν ἀρχαίαν διάθεσιν
κατέστησεν· νῦν τε παραγενόμενος ἐπὶ τοὺς τόπους τοὺς ἐπὶ τάδε τοῦ Ταύρου
μετὰ πάσης σπουδῆς καὶ φιλοτιμίας ἅμα καὶ ταῖς πόλεσιν τὴν εἰρήνην κατεσκεύ-
ασεν καὶ τὰ πράγματα καὶ τὴμ βασιλείαν εἰς μείζω καὶ λαμπροτέραν διάθεσιν
15 ἀγήγοχε, μάλιστα μὲν διὰ τὴν ἰδίαν ἀρετήν, εἶτα καὶ διὰ τὴν τῶμ φίλων καὶ τῶν
δυνάμεων εὔνοιαν· ὅπως οὖν ὁ δῆμος, ἐπειδὴ καὶ πρότερόν τε, καθ’ ὃν καιρὸν
παρέλαβεν τὴμ βασιλείαν, εὐχὰς καὶ θυσίας ὑπὲρ αὐτοῦ πᾶσι τοῖς θεοῖς
διετέλει ποιούμενος, καὶ νῦν εὔνους ὢν καὶ τὴν αὐτὴν αἵρεσιν ἔχων
φανερὸς ἦι τῶι βασιλεῖ, τύχηι τῆι ἀγαθῆι, δεδόχθαι τῆι β[ου]λῆι καὶ τῶι
20 δήμωι, τὴμ μὲν ἱέρειαν καὶ τοὺς ἱερονόμους καὶ τοὺς πρυτάνεις εὔξασ-
θαι τῆι Ἀθηναῖ τῆι Ἰλιάδι μετὰ τῶμ πρεσβευτῶν τήν τε παρουσίαν γεγο-
νέναι <ἐπ’ ἀγαθῶι> τοῦ βασιλέως καὶ τῆς ἀδελφῆς αὐτοῦ βασιλίσσης καὶ τῶμ φίλων
καὶ τῶν δυνάμεων, καὶ γίνεσθαι τά τε ἄλλα ἀγαθὰ τῶι βασιλεῖ καὶ τῆι βασι-
λίσσηι πάντα, καὶ τὰ πράγματα καὶ τὴμ βασιλείαν αὐτοῖς διαμένειν λαμβάνου-
25 σαν ἐπίδοσιν καθάπερ αὐτοὶ προαιροῦνται· εὔξασθαι δὲ καὶ τοὺς ἄλλους ἱερεῖς καὶ
ἱερείας μετὰ τοῦ ἱερέως τοῦ τοῦ βασιλέως Ἀντιόχου τῶι τε Ἀπόλλωνι τῶι ἀρχηγ[ῶι]
τοῦ γένους αὐτοῦ καὶ τῆι Νίκηι καὶ τῶι Διὶ καὶ τοῖς ἄλλοις θεοῖς πᾶσι καὶ πάσαις· ἐ[πὶ δὲ]
ταῖς εὐχαῖς τῆι μὲν Ἀθηνᾶι συντελεσάτωσαν τὴν νομιζομένην καὶ πάτ[ριον θυ]-
σίαν οἵ τε ἱερονόμοι καὶ οἱ πρυτάνεις μετὰ τῆς ἱερείας καὶ τῶμ πρεσβευτῶν, τ[ῶι δὲ Ἀπόλ]-
30 λωνι καὶ τοῖς ἄλλοις θεοῖς οἱ στρατηγοὶ μετὰ τῶν ἄλλω<ν> ἱερείων· ὅταν δὲ ποιῶ[σι τὰς θυ]-
σίας, στεφανηφορείτωσαν οἵ τε πολῖται καὶ οἱ πάροικοι πάντες, καὶ συνιόν[τες κατὰ τὰς οἰκί]-
ας συντε<λ>είτωσαν θυσίας τοῖς θεοῖς ὑπὲρ <τ>οῦ βασιλέως καὶ τοῦ δήμου· [ὅπως δὲ τὰ]
εἰς τὴν τιμὴν καὶ δόξαν ἀνήκοντα συγκατασκευάζων ὁ δῆμος φανερὸς [ἦ πᾶσιν, ἐπαι]-
νέσαι μὲν αὐτὸν ἐπὶ τῆι ἀρετῆι καὶ τῆι ἀνδραγαθίαι ἣν ἔχων [διατ]ελεῖ, [στῆσαι δὲ αὐτοῦ εἰ]-
35 κόνα χρυσῆν ἐφ’ ἵππου ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς ἐν τῶι ἐπιφα[νεστάτωι τὸπωι]
ἐπὶ βήματος τοῦ λευκοῦ λίθου καὶ ἐπιγράψαι· ὁ δῆμος ὁ [Ἰλιέων βασιλέα Ἀντί]-
οχον βασιλέως Σελεύκου εὐσεβείας ἕνεκεν τῆς εἰς τὸ ἱερό[ν, εὐεργέτην καὶ σω]-
τῆρα γεγονότα τοῦ δήμου· ἀναγορεῦσαι δὲ καὶ ἐμ [Παναθηναίοις ἐν τῶι]
γυμνικῶι ἀγῶνι τὸν ἀγωνοθέτην καὶ τοὺς σ[υνέδρους ὅταν ἥ τε Ἰλιέων πό]-
40 λις καὶ αἱ λοιπαὶ πόλεις στεφανῶσιν τῶι ἀρ[ιστείωι στεφάνωι τὴν Ἀθηνᾶν τὴν]
Ἰλι<ά>δα τὴν ἀναγγελίαν ποιούμενος [                         ]
ἑλέσθαι δὲ καὶ πρεσβευτὰς ἐκ πάν[των Ἰλιέων ἄνδρας τρεῖς οἵτινες]
ἀσπασάμενοι αὐτὸν παρὰ τ[οῦ δήμου καὶ συνησθέντες ἐπὶ τῶι ὑ]-
γιαίνειν αὐτόν τε καὶ τὴ[ν ἀδελφὴν αὐτοῦ βασίλισσαν καὶ τὰ τέκνα]
45 καὶ τοὺς φίλους καὶ τὰς [δυνάμεις ἀνοίσουσιν αὐτῶι τὴν ἐψηφισμένην τι]-
μὴν καὶ ἀπολογισάμ[ενοι τὴν τοῦ δήμου εὔνοιαν ἣν ἔχων εἴς τε τὸν πα]-
τέρα αὐτοῦ βασιλέα Σ[έλευκον καὶ τὴμ πᾶσαν βασιλικὴν οἰκίαν ἀεὶ δια]-
τετέλεκεν παρακαλοῦσ[ιν αὐτόν                                 ]
[                     ]ν συμβαιν[                             ]
Search Help
Contact Us