[ ] Tr.: Skamander u. Nebentäler — Yeni Şehir [A: Ilion] — Anf. 2.Jh.v.Chr.? — IK 3,11
1 καὶ τῶν ἄλλων ὧν καθήκει γίνεσ-
θαι κατὰ τὸν νόμον ἑλόμεναι αἱ πό-
λεις ἐξαποστειλάτωσαν οὓς ἂν αὐ-
ταῖς φαίνηται· εἰ δέ τινες ἐγγρα-
5 φαὶ γεγένη[ντ]αι ἢ ὀφειλήματα κατὰ
τῶν πόλεων καὶ τῶν ἀγωνοθετῶ[ν]
καὶ τῶν ἀρξάντων ἢ διαχειρι-
σάντων τι τωγ κοινῶν τῶν τὴ[ν]
ἐπίσχεσιν πεποιημένων, ἦρθ[αι]
10 [τ]αῦτα καὶ ἄκυρα εἶναι· τῶν δὲ
ἀγωνοθετῶν οἱ μὴ καταβεβλη-
[κότε]ς τὰ χρήματα ἀποδότωσαν
ἃ ἐλάβοσαν ἐν τῶι καθήκοντι
χρόνω[ι]· ἀποστειλάτωσαν δὲ α[ἱ]
15 πόλεις τὰ εἰθισμένα διάφορα ἑνὸ[ς]
ἐνιαυτοῦ, τῶν δὲ ἄλλων διαφόρω[ν]
[ἐ]κ τῶν προτέρων ἐτῶν τῶν εἰθισ-
[μένω]ν κατ’ ἐνιαυτὸν καταφέρεσ-
[θα]ι ὧν τὴν ἐποχὴν ἐποιήσαντ[ο]
20 [αἱ πόλεις, πρᾶξιν μὴ εἶναι — —]
Search Help