[ ]
Tr.: Skamander u. Nebentäler — ? [A: Ilion] — letztes Drittel 3.Jh.v.Chr. (wohl vor 202 v.Chr.) — IK 3,5
| 1 | ἐπὶ ἀγωνοθετῶν Εὐπολέμου τοῦ |
| Ποσειδωνίου Ἰλιέως, Λύσιδος τοῦ Γύ- | |
| νου Ἀσσίου, Μητροθέμιδος τοῦ Κλεανα- | |
| κτίδου Δαρδανέως, Ἰδομενέως τοῦ Σφο- | |
| 5 | δριάδου Λαμψακηνοῦ, Πολυκλείους τοῦ Ἀπα- |
| τουρίου Παριανοῦ, γραμματεύοντος δὲ | |
| Ἀσκληπιοδώρου τοῦ Μηνίου Δαρδανέως, | |
| μικρῶν Παναθηναίων· τούσδε ἐνέγρα- | |
| ψαν οἱ ἀγωνοθέται ὀφείλοντας τῆι πανηγύ- | |
| 10 | ρει· τὴμ πόλιν τὴγ Καλχηδονίων οὐ κατενέγ- |
| κασαν τοὺς τόκους δραχμὰς Ἀλεξανδρέ- | |
| ας χιλίας διακοσίας τριάκοντα καὶ τῆς ἐ- | |
| πισχέσεως τῆς δοθείσης τὸ ἐπιβάλλον | |
| τῶι ἐνιαυτῶι Ἀλεξανδρείας εἴκοσι πέντε, | |
| 15 | καὶ ὅτι τὴν συνεδρείαν οὐκ ἀπέστειλαν |
| Ἀλεξανδρείας χιλίας, καὶ ὅτι τὴμ βοῦν οὐκ ἤ- | |
| γαγεν Ἀλεξανδρείας χιλίας· τὴμ πόλιν | |
| τὴν Μυρλεανῶν οὐ κατενέγκασαν τοὺς | |
| τόκους Ἀλεξανδρείας διακοσίας τεσ- | |
| 20 | σαράκοντα πέντε τριώβολον, καὶ ὅτι τὴν |
| βοῦν οὐκ ἀπέστειλεν Ἀλεξανδρεί- | |
| ας χιλίας, καὶ ὅτι τὴν συνεδρείαν οὐκ ἀ- | |
| πέστειλεν Ἀλεξανδρείας χιλίας· | |
| καὶ οὓς ζημιώσαντες καὶ οὐ δυνάμε- | |
| 25 | νοι πρᾶξαι καὶ ὀμόσαντες κατὰ τὸν νό- |
| μον ἀνεγράψαμεν ὀφείλοντας τῆι πανη- | |
| γύρει· οἱ ἀγωνοθέται ζημιοῦσιν Μενε- | |
| κράτην Διονυσίου Ἰλιέα δραχμαῖς ἑκα- | |
| τὸν ὅτι ἐργολαβήσας ταῦρον ὑποστή- | |
| 30 | σεσθαι καὶ λαβὼν ἀρραβῶνα Ἀλεξανδρ[εί]- |
| [ας — — —]. |