[ ]
Tr.: nördl. Troas — Nara Burun [A: Abydos] — 527-565 n.Chr. — AM 4,1879,307-311; SEG 34,1984,1243
| 1 | εἰ δέ τις [τολμήσει παραβῆναι ταῦτα, θεσπίζομεν αὐτὸν (?)] |
| στρατίας ἐκπίπτιν ἣ[ν ἔλαχεν καὶ τῇ νομίμῃ ποινῇ ὑπο]- | |
| βάλλεσθαι, τὸν δὲ τὴν ἀρχὴν ἔχοντα τῶν σ[τενῶν ποινὴν] | |
| πεντήκοντα χρυσοῦ κατατιθέναι λίτρας, εἴ τε {²⁷εἴ<γ>ε Z.v.L}²⁷ οἱῳ- | |
| 5 | δήποτε τρόπῳ παραβαλῶσιν οἱ τύποι τῆς ἡμετέ- |
| ρας εὐσεβίας· ἀγρυπνῖν γὰρ αὐτὸν καὶ πολυπραγμονῖν | |
| ἕκαστα βουλόμεθα ὥστε μηδένα κακουργοῦντα | |
| λανθάνειν· ταῦτα δὲ καὶ ἐν αὐτοῖς προτεθῆναι τοῖς τό- | |
| ποις ἐθεσπίσαμεν, καὶ στήλαις ἐνχαράττεσθαι λιθίναις | |
| 10 | ἐνπηγνυμέναις ἐκεῖ πρὸς τῇ θαλάττῃ ὥστε καὶ τοὺς |
| ἀπαιτοῦντας καὶ τοὺς ἀπαιτουμένους ἀναγινώσκιν | |
| τὸν νόμον καὶ τοὺς μὲν δεδιότας ἀπέχεσθαι τῆς ἀπλησ- | |
| τίας, τοὺς δὲ θαρροῦντας μὴ ἀνέχεσθαι βλάβης καὶ τὸν | |
| περίβλεπτον κόμητα τῶν στενῶν ἀεὶ τὴν ἀπιλὴν | |
| 15 | ἐν τοῖς πράγμασιν {²⁷<γ>ρά<μ>μασιν Z.v.L.}²⁷ ὁρῶντα τὴν ἐν τοῖς ἔργοις πῖραν, εἰ ῥα- |
| θυμήσῃ, προσδέχεσθαι· ☩ | |
| (leaf) ☩ | |
| (leaf) γνῶσις συνηθειῶν ἃς παρῖχον πρὸ ἐτῶν εἴκοσει | |
| καὶ εἴκοσει δύο τῶν στενῶν οἱ ναύκληροι, ὡς πολυπραγμο- | |
| 20 | νήσας ὁ ἐνδοξώτατος ἔπαρχος τῆς πόλεως ἀνήγαγεν |
| τῇ ἡμετέρᾳ εὐσεβίᾳ, ἅστινας καὶ ἐπὶ τοῦ παρόντος καὶ με- | |
| τὰ ταῦτα προσήκει μόνας διδόναι οὕτως· vacat | |
| οἱ οἰνηγοὶ πάντες οἱ τὸν οἶνον κομίζοντες εἰς τὴν βασι- | |
| λίδ[α τα]ύτην πόλειν, πλὴν μόνον τῶν Κιλίκων, vacat | |
| 25 | κλασσικοῖς τῶν στενῶν φόλλις ἓξ καὶ ξέστας δύο, |
| οἱ ἐληγοὶ καὶ ὀσπριγοὶ καὶ λαρδηγοὶ κλασσικοῖς τῶν στενῶν | |
| φόλλις ἕξ, οἱ Κίλικες ναύκληροι κλασσικοῖς τῶν στενῶν | |
| φόλλις τρῖς· καὶ ὑπὲρ πρόβας κεράτιν ἓν καὶ ἐν τῷ ἐκ- | |
| πορίζιν κεράτια δύο· οἱ σιτηγοὶ κλασσικοῖς τῶν στε- | |
| 30 | νῶν φόλλις τρῖς καὶ λόγῳ πρόβας σίτου μόδιος εἷς· |
| καὶ ἐν τῷ ἐκπορίζιν ἐντεῦθεν ἑτέρους φόλλις τρῖς. |