[ ]
Capp., S. — Khurman Kalesi
A.1 | Ἀκιλλίου Χειρισόφου Ἀλεξάν- |
δρου τοῦ καὶ Φιλιππίου. | |
τῆσδε κόρη σκοπιῆς ποτ’ ἀπ’ ἠλιβάτοιο θοροῦσα | |
ἀθανάτων βουλῇσιν ὑπέκφυγεν ἄρκτον ἀπήμων· | |
5 | διχθαδίῃς κώμῃσι Φιλιππίου Ἀρσινόου τε |
οὗτος ἀρίγνωτος Πρείων ὅρος ἀστυφέλικτος. | |
ἔπλετο δ’ Ἀρσινόῳ μὲν ἐδέθλια Σαρρομάηνα, | |
τῷ δ’ ἄρ’ ἐπὶ προχοῇσι δύω ποταμῶν Σοβάγηνα | |
πιστοὶ δ’ ἀλλήλοις ἕταροι πέλον, ὧν φιλότητα | |
10 | ἀρρήκτην πάγος οὗτος ἀπαγγέλλοι καὶ ἔπειτα. |
B.1 | τοῦ αὑτοῦ Χειρισόφου. |
ἐννέα τοι πέτρηθεν ἐπὶ κρήνην Σοβαγήνων | |
καλλίροον στάδιοι Κόρακος ποταμοῖο παρ’ ὄχθας. | |
C.1 | τοῦ αὐτοῦ Χειρισόφου. |
ἔγγυθί τοι Σοβάγηνα καὶ αἰγλήεντα λοετρά· | |
ἢν δ’ ὀλίγον σπεύσῃς [λ]ούσ[εα]ι ἐκ καμάτου. |