[ ] Cil. — Arsinoe — aft. 238 BC — ZPE 77 (1989) 55-66 — Phoenix 43 (1989) 317-346
1 [Θρα]σ̣έας Ἀρσινοέων τῆι πόλει καὶ τοῖς ἄρχουσι χαίρειν.
[ἐκ]ο̣μισάμεθα τὴν παρ’ ὑμῶν ἐπιστολὴν καὶ τῶν πρεσ-
[βε]υτῶν Ἀνδρομένους καὶ Φιλοθέου διηκούσαμεν ὑπὲρ τῶν
κατὰ τὴν χώραν. ἐπεὶ οὖν οἱ Ναγιδεῖς, ἐπακολουθήσαντες
5 τοῖς ὑφ’ ἡμῶν παρακληθεῖσιν, ἀφωρίκασιν ὥστε μηδεμιᾶς
ἀντιλογίας ἔτι καταλειπομένης ὑμετέραν εἶναι, καλῶς ποιήσε-
τε ἐργαζόμενοί τε πᾶσαν αὐτὴν καὶ καταφυτεύοντες, ὅπως αὐτοί τε
ἐν εὐβοσίαι γίνησθε καὶ τῶι βασιλεῖ τὰς προσόδους πλείους τῶν
ἐν ἀρχῆι γινομένων συντελῆτε. καὶ γὰρ αὐτοὶ σπουδάζομεν περὶ
10 ὑμῶν καὶ βουλόμεθα τὴν πόλιν ἀξίαν τῆς ἐπωνυμίας ποιεῖν, πᾶν τὸ
συμφέρον καὶ χρήσιμον συνκατασκευάζοντες καὶ κοινῆι καὶ ἰδίαι τῶν
πολιτῶν ἑκάστωι. Διὸ καὶ καλῶς ποήσετε καὶ αὐτοὶ πολιτευόμεν[οί]
τε κατὰ τρόπον καὶ τὰς θυσίας τὰς εἰθισμένας τῶι τε βασιλεῖ κ[αὶ]
τῆι βασιλίσσηι συντελοῦντες ἐν τοῖς καθήκουσι καιροῖς. πε[πόμ]-
15 φαμεν δὲ ὑμῖν καὶ τὸ ἀντίγραφον τοῦ παρὰ τῶν Ναγιδέων ἀποσταλέντος
ἡμῖν ψηφίσματος ὑπὲρ τούτων, ὅπως ἐπακολουθῆτε τοῖς γεγραμμένοις·
τὰ δὲ πλείονα τοῖς πρεσβευταῖς Ἀνδρομένει καὶ Φιλοθέωι συνδιειλέ-
γμεθα, ἐντειλάμενοι ἀπαγγέλλειν ὑμῖν. {²vac.}² ἔρρωσθε. {²vac.}²
Λεωσθένης ἐπεστάτει· γνώμηι προστατῶν· ἐπειδὴ Ἀετὸς Ἀπολλωνίου
20 Ἀσπένδιος καὶ ἡμέτερος πολίτης, στρατηγὸς γενόμενος κατὰ Κιλικίαν,
τόπον ἐπίκαιρον καταλαβόμενος πόλιν ἔκτισεν Ἀρσινόην ἐπώνυμον
τῆς μητρὸς τοῦ βασιλέως κ[αὶ κατώι]κισεν οἰκητὰς ἐν τῶι τόπωι καὶ τὴν χώ-
ραν ἐμέρισεν οὖσαν ἡμετέρα[ν], ἐ̣κ̣βαλὼν τοὺς ἐπινεμομένους βαρβά-
ρους, καὶ νῦν Θρασέας ὁ υἱὸς αὐτοῦ, ἀποσταλεὶς ὑπὸ τοῦ βασιλέως στ̣ρ̣[α]-
25 τηγὸς Κιλικίας, σπεύδει τὴν πόλιν ἐνδ̣ο̣ξ̣οτέραν κατασκευάσαι καὶ [ἡμᾶς]
ἠξίωκεν τὴν χώραν τὴν δημοσίαν [ἐπι]χωρῆσαι τοῖς κατοικοῦσιν ἔχ[ειν]
εἰς τὸν ἀεὶ χρόνον αὐτοῖς καὶ ἐκγόνοις, βούλεται δὲ καὶ ἀρχεῖα καθίστασ-
θαι κα̣ὶ̣ νόμους ἰδίους [τεθῆν]αι κ̣[αὶ τ]ὴν χώραν καταγραφῆναι αὐτοῖς εἰς
[στήλ]ας, ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι δοῦναι αὐτοῖς τὴν χώραν {²vac.}²
30 [τὴν δ]ημοσίαν καὶ τοῖς κατοικοῦσιν καὶ, ὅταν τινὰς ἄλλους Θρασέας
[ποτὲ] κατοικίζηι, ἐπαινέσαι Θρασέαν, καὶ τότε εἶναι αὐτοὺς ἀποίκους
[Ναγιδ]έων· συντελείτωσ[αν δὲ κ]αὶ [τὰς τ]ιμὰς τῶι βασιλεῖ καὶ Ἀρσινόηι
[καὶ Βε]ρενίκηι, πεμπέτωσαν δὲ καὶ φόρον, ἐκ τῶν ἰδίων ἀνηλωμάτων·
[πολι]τεύσονται δὲ καὶ χρήσονται νόμοις οἷς ἂν αὐτοὶ θῶνται, ἔστωσαν
35 [δὲ κ]αὶ ἰσοπολῖται Ναγιδέων· ἔστω δὲ αὐτοῖς καὶ μετουσία παραγι-
[νομ]ένοις εἰς τὰ ἱερά· καὶ ἀπογραψάσθωσαν ἕκαστος εἰς φυλὴν
[ἣν ἂ]ν λάχηι, τελοῦντες τὸ γινόμενον· καλείσθωσαν δὲ καὶ οὗτοι
[ὅτ]αν τῆι Ὁμονοίαι ἡ πόλις θύηι, καὶ φερέτωσαν τὸ γι<νό>μενον· ὡσαύ-
[τ]ως δὲ καὶ ὅταν Ἀρσινοεῖς θύωσιν Θεοῖς Ἀδελφοῖς, παραγινέσθω-
40 [σ]αν Ναγιδεῖς φέροντες τὸ αὐτό· μὴ ἐξέστω δὲ μηκέτι {²vac.}²
[Ν]αγιδεῦσι παρευρέσει μηδεμιᾶι περὶ τῆς χώρας τῆς δοθείσης
[α]ὐτοῖς κατὰ ψήφισμα τοῦτο ἀμφισβητῆσαι, ἐὰν δέ τις ἄρχων προθῆι
[τι] δόγμα τ<οι>οῦτο ἢ ῥῆτωρ εἴπηι, ὁ μὲν ἄρχων ἀποτεισάτω δραχμὰς μυρίας {²vac.}²
[ἱερ]ὰς Ἀρσινόηι ἀπαραιτήτους, ὁ δὲ ῥήτωρ δραχμὰς χιλίας, καὶ ἡ γνώμη αὐ-
45 [τῶ]ν ἄκυρος ἔστω· ὅσα δ’ ἂν ἀδικῆματα ἴδια γένηται ἑκάστοις, ἐὰν μὲν ὁ
[Ἀρσιν]οεὺς ἐν Ναγίδωι τινὰ ἀδικήσηι ἢ ἀδικηθῆι, λαμβανέτω τὸ δίκαιον καὶ
[διδότ]ω κατὰ τοὺς νόμους τοὺς Ναγιδέων, ἐὰν δὲ ὁ Ναγιδεὺς ἐν Ἀρσινόηι
[τινὰ] ἀδικήσηι ἢ ἀδικηθῆι, λαμβανέτω τὸ δίκαιον καὶ διδότω κατὰ τοὺς
[νόμου]ς τοὺς Ἀρσινοέων, ἔστω δὲ αὐτοῖς πάντων τῶν ἀδικημάτων
50 [ἐξ οὗ ἂ]ν̣ χρόνου γένηται τὸ ἀδίκημα προθεσμία ἐνιαυτός, ἐὰν δέ τις
[διελθ]όντος τοῦ χρόνου γράψηται δίκην ἢ ἐγκαλέσηι, ἄκυρος ἔστω αὐ-
[τῶι ἡ δίκη]· τὸ δὲ ψήφισμα τοῦτο ἀναγράψαι εἰς στήλας λιθίνας δύο, ὧν
[τὴν μὲν] ἀναθεῖναι ἑν τῶι τῆς Ἀφροδίτης ἱερῶι, τὴν δ’ ἑτέραν ἐν [Ἀρ]-
[σινόηι ἐ]ν τῶι Ἀρσινόης τεμένει, τὸ δὲ ἀνήλ̣ω̣μ̣[α τῶν στηλῶν με]-
55 [ρισάτω {²e.g.}² τ]ῆς μὲν ἐν Ναγίδωι ὁ ταμίας [ὁ Ναγιδέων, τῆς δὲ ἐν Ἀρ]-
[σινόηι ὁ τα]μίας ὁ Ἀρσινοέων. {²vac.}²
Search Help