[ ] Cil. — Tarsos (Tarsus) — end 2nd-3rd c. AD — Hellenica VII (1949) 197-205 — ZPE 20 (1976) 249-252 — Epigraphica 39 (1977) 51-70
1      εὐτύχι Ἡμέρι.
Ῥωμαίων ὕπατον, μέγ’ ἔξο-
χον ἐν Κιλίκεσσιν, εἵνεκα
καὶ παιδὸς πανυπέρτατον ἐν
5 πολιήταις, τούτῳ γὰρ βασιλῆς
δώκαν γέρας ὄφρα οἱ υἱὸς συνκλή-
του βουλῆς μετέχοι πολυκυδέα
τειμὴν, τρεῖς στεφάνους ἑξῆς
[ἀ]ναδησάμενον παναρίστους
10 δημιουργὸν ΠΑΠΕΙΝ Κιλικάρχην
γυμνασίαρχον σύνδικον ἁγνότα-
τον, βουλῆς στέφος, εὐγενὲς αἶμα
Δήμητρος θεράποντες ἀγακλέα τόνδ’ ἀνέ-
θηκαν· ἐπὶ γραμματέων τῶν περὶ Νέω-
15 να τὸ βʹ καὶ Λούκιον τὸ βʹ καὶ Ἀλέξανδρον
τὸ βʹ καὶ Μυραγένην τὸ βʹ· οἱ αὐτοὶ γραμμα-
τεῖς τὴν στατίωνα ἐκ τῶν ἰδίων τῷ ἱερῷ συνεργίῳ.
Search Help
Contact Us