[ ] Cil. — Anazarbos (Anavarza Kalesi) — 217 AD — AS 2 (1950) 137, 16
See also:
1 [ἀγαθῇ τ]ύχῃ·
Αὐτοκράτορι Καίσαρι
Μ. 〚Ὀπελλίῳ〛 Σεουήρῳ
〚Μακρείνῳ〛 Εὐσεβεῖ
5 Εὐτυχεῖ Σεβ(αστῷ), ἀρχιερεῖ
μεγίστῳ, δημαρχικῆς
ἐξουσίας, ὑπάτῳ ἀποδε-
δειγμένῳ, π(ατρὶ) π(ατρίδος), ἀνθυπάτῳ,
καὶ Μ. 〚Ὀπελλίῳ〛 Ἀντωνείνῳ
10 〚Διαδουμενιανῷ〛 Καίσαρι
υἱῷ τοῦ Σεβ(αστοῦ)·
ἀπὸ 〚Μακρεινιανῆς Σ〛επτιμιανῆς
Σεουηριανῆς Ἀντωνεινιανῆς Καισαρείας τῆς πρὸς τῷ Ἀναζάρβῳ
τῆς ἐνδόξου μητροπόλεως τῶν γʹ
15 ἐπαρχειῶν προκαθεζομένης καὶ
δὶς ν(εωκόρου), καὶ Ῥωμαϊκοῖς τροπαίοις
κεκοσμημένης, τετειμημένης καὶ
κοινοβουλίῳ. Μ.
ἐπὶ Φλ(αουίου) Ἰουλιανοῦ τοῦ στρ(ατηγοῦ).
Search Help
Contact Us