[ ] Att. — stoich. 30 — 295/4
anaglyphum.1 Ἡροδώ[ρου]
stela [θε]ο[ί].
[ἐπὶ Νικοστράτ]ου ἄρχοντος ἐπὶ τῆ[ς Δη]-
[μητριάδος ἐνά]της πρυτανείας· Ἐλ[αφη]-
[βολιῶνος ἐνάτ]ει ἱσταμένου, πέμπ[τ]ε[ι]
[καὶ δεκάτει τῆ]ς πρυτανείας· ἐκκλ[η]σί-
5 [α κυρία· τῶν προ]έδρων ἐπεψήφιζεν [․]ντ-
․․․․․12․․․․․υ Ἀχαρνεὺς καὶ συμ[π]ρό-
[εδροι· ἔδοξεν τ]ῶι δήμωι· Γόργος Φρ[υ]νι-
․․․․․12․․․․․ς εἶπεν· ἐπειδὴ Ἡρόδωρ-
[ος πρότερόν τε] διατρίβων παρ’ Ἀντιγό-
10 ωι τῶι βασιλε]ῖ εὔνους ἦν τῶι δήμωι τ-
[ῶι Ἀθηναίων κα]ὶ νῦν ἐμ πίστε<ι> ὢν τῶι βα-
[σιλεῖ Δημητρί]ωι ἀγαθὸν ὅτι δύναται
[πράττει κοινε]ῖ τε ὑπὲρ τῆς πόλεως κα-
[ὶ ἰδίαι ὑπὲρ ἑκ]άστου Ἀθηναίων ἀεί το-
15 [υ δεομένου, ἀπο]φαίνουσιν δ’ αὐτὸν καὶ
[οἱ πρέσβεις οἱ] πεμφθέντες ὑπὲρ τῆς ε-
[ἰρήνης πρὸς τὸ]ν βασιλέα Δημήτριον σ-
[υναγωνίσασθα]ι τῶι δήμωι εἰς τὸ συντ-
[ελεσθῆναι τήν] τε φιλίαν τὴν πρὸς τὸν
20 [βασιλέα Δημήτρ]ιον καὶ ὅπως ἂν ὁ δῆμο-
[ς ἀπαλλαγεὶς το]ῦ πολέμου τὴν ταχίστ-
[ην καὶ κομισάμε]νος τὸ ἄστυ δημοκρατ-
[ίαν διατελῆι ἔχ]ων· ἀγαθεῖ τύχει δεδό-
[χθαι τῶι δήμωι] ἐπαινέσαι Ἡρόδωρον Φ-
25 ․․․․․12․․․․․κηνὸν εὐνοίας ἕνεκα κ-
[αὶ φιλοτιμίας] ἧς ἔχων διατελεῖ περὶ
[τὸν δῆμον τὸν Ἀ]θηναίων καὶ στεφανῶσ-
[αι αὐτὸν χρυσῶ]ι στεφάνωι κατὰ τὸν νό-
[μον καὶ ἀνειπε]ῖν τὸν στέφανον Διονυ-
30 [σίων τῶν ἐν ἄστ]ει τραγω[ι]δῶν τῶι ἀγῶν-
[ι· εἶναι δ’ αὐτὸν] Ἀθηναῖον καὶ τοὺς ἐκγ-
[όνους αὐτοῦ καὶ] γράψασθαι αὐτὸν φυλ-
[ῆς καὶ δήμου κα]ὶ φρατρίας ἧς ἂν βούλη-
[ται· εἶναι δ’ αὐτ]ῶι καὶ σίτησιν ἐμ πρυτ-
35 [ανείωι καὶ ἐκγ]όνων ἀεὶ τῶι πρεσβυτ[ά]-
[τωι καὶ προεδρ]ίαν ἐν πᾶσιν τοῖς ἀγῶ[σ]-
[ιν οἷς ἡ πόλις τ]ίθησιν· στῆσαι δ’ αὐτο[ῦ]
[τὸν δῆμον καὶ ε]ἰκόνα χαλκῆν ἐν ἀγορ[ᾶ]-
[ι πλὴν παρ’ Ἁρμό]διον καὶ Ἀριστογείτο-
40 [να καὶ τοὺς Σωτ]ῆρας· χειροτονῆσαι δ[ὲ]
[καὶ τὸν δῆμον τ]ρεῖς ἄνδρας ἐξ Ἀθηνα[ί]-
[ων ἁπάντων οἵτ]ινες ἐπιμελήσονται [τ]-
[ῆς ποήσεως τῆς] εἰκόνος· μερίσαι δ’ αὐτ-
[οῖς τὸν ἐξετασ]τ̣ὴν καὶ τοὺς τριττυάρ-
45 [χους εἰς τὴν εἰ]κόνα ὅτι ἂν ἀνάλωμα γέ-
[νηται· τοὺς δὲ πρ]υτάνεις δοῦναι περὶ
[αὐτοῦ τὴν ψῆφον] εἰς τὴν πρώτην ἐκκλη-
[σίαν, τοὺς δὲ θεσ]μοθέτας εἰσαγαγεῖν
[αὐτῶι τὴν δοκιμ]ασίαν τῆς πολιτείας
50 [καὶ τῆς δωρεᾶς] εἰς τὸ δικαστήριον κα-
[τὰ τὸν νόμον, ὅτ]αν πρῶτον δικαστήρια
[ἀναπληρῶσιν· ἀ]ναγράψαι δὲ τόδε τὸ ψή-
[φισμα τὸν γραμ]ματέα τὸν κατὰ πρυταν-
[είαν ἐν στήλει] λιθίνει καὶ στῆσαι ἐν
55 [ἀκροπόλει· εἰς] δὲ τὴν ἀναγραφὴν τῆς σ-
[τήλης δοῦναι τ]ὸν ἐπὶ τεῖ διοικήσει [τ]-
[ὸ ἀνάλωμα].
57a                 in corona:
58 [ἡ βουλὴ]      ὁ δῆμος
            vacat 0.48
Search Help
Contact Us