1 | [ἐπ]ὶ Ε[ὐκτήμον]ος ἄρχοντος ἐπὶ |
[τ]ῆς Ἀντιγο[νίδος δ]ευτέρας πρ- | |
[υ]τανείας, ἧι Θεόφιλος Ξενο[φῶ]- | |
ντος Κεφαλῆθεν ἐγραμμάτε[υε]- | |
5 | ν· Μεταγειτνιῶνος δεκάτει ὑσ- |
τέραι, μιᾶι καὶ εἰκοστεῖ τῆς π- | |
ρυτανείας· ἐκκλησία· τῶν προέ- | |
δρων ἐπεψήφιζε Λυσίμαχος Να- | |
υσιστράτου Προσπάλτιος καὶ | |
10 | συνπρόεδροι· ἔδοξεν τῶι δήμω- |
ι· Φιλιππίδης Φιλομήλου Παια- | |
νιεὺς εἶπεν· ἐπειδὴ οἱ πρέσβε- | |
ις οἱ ἀποσταλέντες πρὸς τὸν β- | |
ασιλέα Κάσσανδρον ἀποφαίνο- | |
15 | υσι Ποσείδιππον συναποδημή- |
σαντα μεθ’ ἑαυτῶν χρήσιμον εἶ- | |
ναι ἑαυτοῖς ἀποδεικνύμενον | |
τὴν εὔνοιαν ἣν εἶχε πρὸς τὸν δ- | |
ῆμον τὸν Ἀθηναίων, δεδόχθαι τ- | |
20 | ῶι δήμωι ἐπαινέσαι Ποσείδιπ- |
πον Βακχίου Κοθωκίδην καὶ στ- | |
εφανῶσαι αὐτὸν θαλλοῦ στεφά- | |
νωι, ὅπως ἂν ὡς πλεῖστοι φιλοτ- | |
ιμῶνται χρείαν παρέχεσθαι ἐ- | |
25 | [π]ὶ τὰ συνφέροντα τῶι δήμωι· ἀν- |
αγράψαι δὲ τόδε τὸ ψήφισμα τὸ- | |
ν γραμματέα τὸν κατὰ πρυτανε- | |
ίαν ἐν στήλει λιθίνει καὶ στῆ- | |
σαι ἐν ἀκροπόλει, εἰς δὲ τὴν ἀν- | |
30 | αγραφὴν τῆς στήλης δοῦναι τὸ- |
ν ἐξεταστὴν καὶ τοὺς τριττυά- | |
ρχους v ΔΔ v δραχμάς. | |
vacat 0.03 | |
pars superior coronae |
IG II²
641