[ ]
Cil., E. — Mopsuestia (Yakapınar-Misis) — LBW 1499 — JHS 18.1898.307,3 — SEG 6.786, 37.1318 cf.
See also:
| 1 | Μουσε͂ος ἐμ πᾶσι προλη[μφθεὶς] |
| ὑπὸ Τρύφωνος τοῦ ἀδελφοῦ, πισ- | |
| τεύσας αὐτῷ τὴν πρᾶσιν τῶν γεωρ- | |
| γίων πάντων εἰκοσαετίας, | |
| 5 | μ̣ηδέ ποτε λογιστεύσας αὐτὸν καὶ ἀ- |
| [φ]ερ̣ηθεὶς {²⁶ἀφαιρηθεὶς}²⁶ ὑπὸ αὐτοῦ κατὰ πάντα κα- | |
| [ὶ] μὴ δυνάμενος ἄγιν πρὸς αὐτὸν | |
| τὸ πρᾶγμα, λειπόμενος καὶ τῇ ἐφημ[έ]- | |
| [ρ]ῳ τροφῇ καὶ παρὰ βίᾳ ταχύτερον τελεί- | |
| 10 | ων τὸν βίον, ἐπικαλοῦμαι κατὰ Τρύφω- |
| νος τοῦ ἀδελφοῦ μου καὶ τῶν τέκνων | |
| αὐτοῦ τοὺς ἐνουρανίους θεοὺς καὶ | |
| τοὺς καταχθονίους, καὶ πᾶσαν ἀ- | |
| ρὰν καὶ λύσσαν χολωθῆναι αὐτοῖς | |
| 15 | ἐν ὅλῳ τῷ βίῳ αὐτῶν· καὶ τὰ ἱερὰ μὴ |
| ἐξὸν αὐτῷ ποιῆσαι κατὰ μηδένα | |
| τρόπον, μηδὲ ὀστοῦν μου σαλεῦσαι | |
| ἐκ̣ τοῦ μνημαδίου ἰς τὸν αἰῶνα ἢ Τρύ- | |
| φωνα ἢ ἄλλον τινά μηδὲ ἐξαφανίσαι | |
| 20 | τι τῶν ἐν τῷ μνημείῳ, μηδὲ τὸ παρακεί- |
| μενόν μοι ἐμβολάδιν ὀρύξαι τινά, μέ- | |
| νειν δὲ ἐμοὶ ἀκέρεον ἐφ’ ὅλου τὸ ἔσωθεν | |
| τῶν συνκειμένων λίθων, ἐκτὸς εἰ μὴ | |
| ἔαν Μάγνα μόνη θελήσῃ ἡ σύ[ν]σκη[ν]ός | |
| 25 | μου. ἣν καὶ ἔαν τις ἀδικήσῃ ἢ ἐμέ τις |
| βλάψῃ ἀδίκως κεχ[ο]λωμένοι αὐτο- | |
| [ῖς] γένοιντο οἱ [α]ὐτ[ο]ὶ θεοί. | |
| Ι[— —]ΝΟ[— —]Ο |