[ ] Cil., W. — Elaioussa-Sebaste (Ayaş) — Kızılbağ Sanctuary — Augustan — JHS 12.1891.233,16 — OGI 573, LSAM 80
1 ἔδοξε τοῖς ἑταίροις καὶ Σαββα-
τισταῖς θεοῦ [προν]οίαι Σαββατισ-
τοῦ συνηγμένοις· τὴν ἐπιγρα-
φὴν χαράξαντας μηδένα ἄκυ-
5 ρον ποιῆσαι· τῶι δὲ ποιήσαν-
τί ἐστω{ι} ἁγνεία· ἐάν τις θέλῃ τι
ἀνάθεμα θεῖναι, τῶι θέλον-
τι ἀνάθεμα θεῖναι ἐξέστω.
Πρῶτος λέγει· στεφανοῦ-
10 σθαι Α̣ἰθιβήλ[ι]ον τὸν συνα-
γωγέα. τῶν δὲ ἀναθεμάτων
τῶν ὄντων ἔν τε τοῖς ναοῖς
καὶ τῶν ἐπιγεγραμμένων ἔν
τε ταῖς στήλαις καὶ τοῖς ἀναθέμα-
15 σιν μηδενὶ ἐξέστω{ι} μήτε ἀπα-
λεῖψαι μήτε ἀχρεῶσαι μήτε μετᾶ-
ραι· ἐὰν δέ τις παρεγβὰς ποιήσῃ ἢ
[ἁ]μαρτῆι τὸ εἰς τὸν θεὸν τὸν Σαβ-
βαστιστὴν καὶ ἀποτεισάτω{ι} εἰς
20 τὸν θεὸν τὸν Σαββατιστήν [∙  ∙ ρʹ]·
καὶ τοῖς Σαββατισταῖς ∙  ∙ ρʹ· καὶ τῆι πόλι
∙  ∙ ρʹ· καὶ δυνάστηι ∙  ∙ ρʹ· ἔστω{ι} δ’ ἡ στήλη ἀ[π]-
ομοσία κ̣α̣τ̣’ ἴ̣σ̣ον̣ μηδένα ὑποδέ-
ξασθαι τὸ ἦμαρ· διαιρείτω{ι} δ’ ὁ ἱε-
25 ρεὺς τὰ ἰσφερόμενα τῶι θεῶι εἰς κατα-
σκευὴν τοῦ τόπου.
Search Help
Contact Us