[ ]
Cil. — Mallos — 2nd c. BC — SEG 37.1312
| 1 | Μαλ̣λ̣ωτῶν ὁ δῆμος Ἰ̣ά̣σονα Ἰ̣άσονος |
| τοῦ̣ [Ἀ]πολ̣λωνίου πολίτην ἀγαθὸν | |
| γεγε̣νημένον καὶ εὔνουν τῆ̣ι πατρίδι | |
| καὶ γ̣[υ]μνασιαρχήσαντα ἐπιδόξως | |
| 5 | καὶ μ̣[ι]σοπονήρως καὶ ἀξίως {²vac.}² |
| αἰων̣ί̣ου̣ μνήμης, ἀλε[ί]ψαντα δὲ | |
| καὶ το[ὺς] ν̣έους ἐ̣κ̣ τοῦ ἰδίου̣ μ̣εγαλομερῶς | |
| καὶ ο̣ἰκεί̣ω̣ς̣ τοῦ τ̣ῆς πατρίδος ἀξιώμ[α]τος̣ | |
| τὸν ἐπὶ [τῆ]ς ἀρχῆς χρό[ν]ον. {²vac.}² |