[ ]
Cil. — Antiochia--Magarsos (Karataş) — 2nd c. BC — LBW 3.1486
| 1 | ὁ δῆμος ὁ Ἀντιοχέων Ἑρμοκράτην |
| Δημέου κοινὸν εὐεργέτην γεγενημένον, | |
| πεπρεσβευκότα δὲ καὶ ὑπὲρ τῆς πατρίδος | |
| ἐγ καιροῖς ἀναγκαίοις πλείστας καὶ μεγίστας | |
| 5 | πρεσβείας καὶ τὰς καλλίστας καὶ ἐπιφανεῖς |
| ἀποδείξεις πεποημένον τῆι πόλει τῆς | |
| ἑαυτοῦ ἀρετῆς καὶ καλοκαγαθίας καὶ τῆς | |
| εἰς τὰ πράγματα εὐνοίας. |