[ ] Cil. — Seleukeia on the Kalykadnos (Silifke)
28 Βοιωτῶν. Ἔμμονος Ξεννέα ἔλεξεν· δεδό[χ]θαι τῶι δάμωι πρό-
ξένως ε[ἶ]μεν τῶ κοινῶ Βοιωτῶν Εὔδαμον Νίκωνος αὐτὸ[ν]
30 [κ]ὴ ἐκγόνω κ[εἶμε]ν αὐτοῖς γᾶς καὶ οἰκίας ἔμπασιν καὶ ἰσο-
[τ]έλειαν κὴ ἀσφάλειαν κὴ ἀσυλίαν ἐν πολέμωι κὴ ἐν εἰρά-
[ναι] κὴ 〚ι〛 κατὰ γῆν καὶ κατὰ θάλατταν κ[ὴ] τἆλλα πάντα
[κα]θάπερ καὶ τοῖς ἄλλοις προξένοις.
[Βυ]ζαντίων. ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι· ἐπ[ει]δὴ τοὶ
35 πρεσβευταὶ τοὶ ἀποσταλέντες π[οτὶ] τὸ[ν βασιλῆ]
Ἀντίοχον ἐπελθόντες ἐπὶ τὰν βουλὰν [ἔφα]ν Εὔδαμον
Νίκωνος Σελ[ε]υκ[ῆ] διατρίβοντα παρὰ [τῶι βα]σιλεῖ Ἀν-
τιόχωι κοινᾶι τε ποτὶ τὸν δᾶμον [οἰκείως ἔχειν καὶ]
ἰδίαι τοῖς ἐντυγχάνουσι τῶν πολιτῶν χρείας
40 παρέχεσθαι καὶ εἰς τὸν λοιπὸν χρόνον ἐπαγγ[έλ]-
λεσθαι ἐπιμέλειαν ποιήσεσθα[ι τᾶς π]όλιος· δ[εδό]-
χθαι τῶι δήμωι ἐπαινέσαι μὲν ἐ[πὶ τούτ]οις Εὔδ[αμον]
καὶ εἶμεν αὐτὸν πρόξενον τᾶς πόλιος· δε[δόσ]-
[θ]αι δὲ αὐτῶι καὶ ἐκγόνοις καὶ εἴσπ[λουν κ]αὶ [ἔκπλουν]
45 καὶ πολέμου καὶ εἰράνας 〚ας〛 ἀσυλεὶ [κ]αὶ ἀ[σπονδεὶ]
καὶ ἔφοδον ἐπὶ τὰν βουλὰν καὶ τὸν δᾶμ[ον πρώτοις]
μετὰ τὰ ἱερὰ· τοὺς δὲ πεντεκαίδεκ[α καὶ τοὺς συνα]-
[γόρο]υς τᾶς βουλᾶς ἀναθέμ[ε]ν α[ὐτοῦ τὸν τελαμῶ]-
[να εἰς τὸ][ερὸν] τ[οῦ Ἀπόλλων]ο[ς.]
50 [Βυ]ζαντίων. ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι· ἐ[πει]-
δὴ Φάεινος ἐπελθὼν ἐπὶ τὰν βουλὰν ἔφη Εὔδα[μον]
Νίκωνος Σελευκῆ πρότερόν τε διατελεῖν οἰκείως ἔ[χον]-
τα ποτὶ τὸν δᾶμον καὶ χρείας παρέχεσθαι τᾶι τε πόλει
κοινᾶι καὶ ἰδίαι τοῖς ἐντυνχάνουσι τῶν πολιτᾶν
55 καθάπερ αὐτὸν 〚ι〛 διαμαρτυροῦντι ταὶ πρεσβεῖαι ταὶ
ἀποσταλεῖσαι πρὸς τὸν βασιλῆ καὶ εἰς τὸν λοιπὸν
χρόνον ἐπαγγέλλεσθαι πρόθυμον ἑαυτὸν παρέ-
ξειν εἰς τὰ τᾶς πόλιος συμφέροντα· δεδόχθαι τῶι δ[ά]-
μωι ἐπαινέσαι μὲν ἐπὶ τούτοις Εὔδαμον καὶ εἶμεν αὐ-
60 τὸν πολίταν κὰτ τὸν νόμον· ἐξεῖμεν δ’ αὐτῶι καὶ ποτ[ι]-
γράψασθαι ποτὶ τὰν ἑκατοστὸν ἅγ κε θέληι· τοὺς δὲ
πεντεκαίδεκα καὶ τοὺς συναγόρους τᾶς βουλ[ᾶς]
ἀναθέμεν αὐτο[ῦ] τὸν τελαμῶνα εἰς τὸ ἱερὸν τ[οῦ]
Ἀπόλλωνος.
65 Καλχηδονίων. ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι· ἐπ[ει]-
δὴ Εὔδαμος Νίκωνος Σελευκεὺς φίλος ἐὼν καὶ εὔ-
νους τῶι βασιλεῖ χρείας παρέχεται τᾶι πόλει· δεδόχθαι
τῶι δάμωι ἐπαινέσαι αὐτὸν καὶ στεφανῶσαι χρυσέωι
στεφάνωι εὐνοίας ἕνεκα τᾶς εἰς τὸν δᾶμον· τὸν δέ ἀ-
70 γωνοθέταν ἀναγγεῖλαι τὸν [σ]τέφανον τοῖς Διονυσί-
οις ἐν τῶι θεάτρω· δεδόσθαι δὲ αὐτῶι καὶ πολιτίαν κα[ὶ] ἰσο-
τέλειαν καὶ ἔφοδον ἐπὶ τὰν βουλὰν [κ]αὶ τὸν δᾶμον με-
τὰ τὰ ἱερὰ· ὅπως δὲ καὶ πρόξενος γένηται, τοὺς στρα-
ταγοὺς τοὺς τὰν δευτέραν τετράμηνον στρα[τα]γοῦν-
75 τας εἰσαγγεῖλαι εἰς τὰ[ν] βουλὰν κὰτ τὸν νόμον· τοὺς δὲ
πρεσβευτὰς τοὺς αἱ[ρημέν]ους διαλέγεσθαι αὐτῶι καὶ
π[αρ]ακαλεῖν χρείας παρέχεσθαι τῶι δήμωι π[ε]ρὶ ὧν πρεσ-
βεύοντι ποτὶ τὸν βασ[ι]λέ(α) Ἀντίοχον δηλοῦντας αὐτῶ[ι]
ὅτι τυχὼν τούτων ὁ δᾶμος χάριτας ἀποδώσει αὐ-
80 τῶι ἀξίας τῶν εὐερ[γετ]ημάτων.
Search Help