[ ] Cil. — Seleukeia on the Kalykadnos (Silifke)
1 [Ἀρ]γ[ε]ίων ․․․․․․․․․․․․․․․․․․․․τ․․․․․․․․․․․․․υτε
․․․․․․․․․․․․․․․․․․․․․ησ․․․․․․․․․ιδας προ․․
․․․․φαν․․το․․․․․․․․․․․․ος δ․․․․․․․ν πρόξε-
νον εἶναι καὶ εὐεργέτην τῆς πόλεως τῆς Ἀργείων
5 Εὔδαμον Νίκωνος Σελευκέα αὐτὸν καὶ ἐγγόνο[υ]ς· εἶ-
ναι δὲ αὐτοῖς ἀτέλειαν καὶ ἀσυλίαν αὐτοῖς καὶ χρήμα-
σι καὶ ἐν εἰρήνηι καὶ ἐμ πολέμωι καὶ κατὰ γᾶν καὶ
κατὰ θάλασσαν· εἶναι δὲ καὶ θεαροδόκους τοῦ Διὸς
τοῦ ἐν Νεμέαι καὶ τῆς Ἥρας τῆς Ἀργείας καὶ προεδρί-
10 αν ἐν τοῖς ἀγῶσι· ἀναγράψαι δὲ τόδε τὸ δόγμα ἐν τῶι τοῦ Λυ-
κείου ἱερῶι. εἶπεν ἐπικράτης.
Search Help