[ ] Cil. — Elaioussa-Sebaste (Ayaş)
1 Πλωτεῖνος Ὑγείνου κατεσκεύασεν
σορὸν λιθίνην τόπω Κεβατέω, ζῶν δὲ ὃν ἂν
βουληθῆ θήσει, μετὰ δὲ τὸν θάνατον αὐτοῦ
τεθήσεται ἡ θυγάτηρ αὐτοῦ μόνη· ἐ[ὰν] δέ τις
5 θήσει τινά, δώσει τῶ φίσκω δηνάρια [τρ]ιακόσια
καὶ τῆ πόλει τριακόσια· τεθήσεται δὲ
                            Ἀφία ἡ [γυ]-
                              νή μου.
Search Help
Contact Us