[ ]
Cil. — Elaioussa-Sebaste (Ayaş) — Kanytella (Kanlıdivane)
| 1 | Ἀππᾶς ἔθετο μνήμην, ἐφ’ ὧ μηδέ- |
| να ἢ τῶν ἐνγόνων ἢ κληρονόμ- | |
| ων πωλῆσαι ἢ παραθέσθαι μηδὲ ἐγβλ- | |
| ηθῆναι ἐκ τοῦ τάφου μηδὲ ἓν τρόπω μηδενί, | |
| 5 | παρευρέσει μηδεμιᾶ, μηδὲ ἀλλότριον ἐν- |
| ταφιάσαι· ἐνταφῆναι δὲ Λέαλιν τὴν Ἀππᾶτος γ[υ]- | |
| ναῖκα καὶ Κο[ύ]ουν τὴν μητέρα καὶ ․ου․ειν τὴν τρο- | |
| φόν· ἐὰν δέ τις παραβαίνη τὰ γεγραμμένα, ἔστα[ι] | |
| ἠσεβηκὼς εἴς τε τὸν Δία καὶ τὸν Ἥλιον καὶ τὴ- | |
| 10 | ν Σελήνην καὶ εἰς τὴν Ἀθηνᾶν καὶ προσαποτινέτ- |
| ω ἑκάστω ἱερῶ ἱερὰς δ(ραχμὰς) ͵αʹ καὶ τῶ ἀρχιερεῖ δ(ραχμὰς) [͵αʹ(?)] |