[ ]
Lycia, E. — Olympos — Rom. Imp. period
| 1 | Θεοδώρα Νουμερ̣ιανοῦ Συέδρισσα |
| κατέστησεν τῷ γλυκυτάτῳ μου | |
| ἀνδρὶ Αἰλίῳ Τηλέφῳ Ἰσαύρῳ, | |
| βενεφικιαρίῳ ἔχοντι στατιώναν | |
| 5 | ἐν Ὀλύμπῳ, ὃν πολλῷ χρόνῳ νοσή- |
| σαντα καὶ τελευτήσαντα κ̣α̣[τ]ε̣[θ]έ- | |
| μην ἐνθάδε· μηδένα δὲ ἐξὸν βλη- | |
| θῆναι ἰς τὸ ἀνγεῖον εἰ μὴ ἐμὲ τὴν | |
| σύνβιον αὐτοῦ· ἐάν τις δὲ βιάσηται | |
| 10 | καὶ ἀνύ̣ξ̣ῃ καὶ βάλῃ ἕτερον πτῶμα, ὑπο- |
| κείσεται τῷ ἱερωτάτῳ ταμείῳ 𐆖 ͵γφ· | |
| ὁ δὲ ἐλένξας λήμψεται [τὸ τρί]τον. | |
| χαίρετε, οἱ παράγοντες, καὶ μνήσκε- | |
| σθέ μ̣ου, οἱ φίλοι καὶ οἱ συνγενεῖς. |