[ ] Lycia, E. — Olympos — Roman period
1 Αὐρηλία Ῥοδοὺς Ἑρμαίου Διονυσιδώρου Ὀλυμπηνὴ κατεσκεύασα
τὸν τύμβον ἑαυτῇ καὶ τῷ ἀνδρί μου Δημητρίῳ καὶ τοῖς τέκνοις
ἡμῶν καὶ ἐνγόνοις καὶ τῇ γλυκυτάτῃ προϋποκειμένῃ
τροφίμῃ Ὀλυμπιάδι καὶ Ἑρμαίῳ Διονυσιδώρου, πατρί μου,
5 καὶ μητρί μου Χρυσογονίᾳ καὶ τῷ δευτέρῳ ἀνδρί
μου Μακαρίῳ, οἰκονόμῳ τοῦ Λυκίων ἔθνους· ἑτέρῳ δὲ
οὐδενὶ ἐξὸν ἐνκηδεῦσαί τινα, ἢ ὁ βιασά-
μενος ἐνκηδεῦσαι ἐκτήσι {²⁶ἐκτείσει}²⁶ Ὀλυμπηνῶν τῇ πόλει
𐆖 ͵αφʹ, ὧν ὁ ἐλέγξας λήμψεται τὸ τρίτον.
10 ἐπέτρεψα
δὲ
κηδευθῆ-
ναι αὐτὸν
σύντρο-
15 φόν μου Εὐπρέπην
Ὀλυμπη-
νὸν
καὶ γυναῖκα
αὐτοῦ Αὐρηλίαν
20 Ὀλυμπηνήν.
Search Help
Contact Us