[ ]
Lycia, E. — Olympos — Roman period
| 1 | Αὐρηλία Ῥοδοὺς Ἑρμαίου Διονυσιδώρου Ὀλυμπηνὴ κατεσκεύασα |
| τὸν τύμβον ἑαυτῇ καὶ τῷ ἀνδρί μου Δημητρίῳ καὶ τοῖς τέκνοις | |
| ἡμῶν καὶ ἐνγόνοις καὶ τῇ γλυκυτάτῃ προϋποκειμένῃ | |
| τροφίμῃ Ὀλυμπιάδι καὶ Ἑρμαίῳ Διονυσιδώρου, πατρί μου, | |
| 5 | καὶ μητρί μου Χρυσογονίᾳ καὶ τῷ δευτέρῳ ἀνδρί |
| μου Μακαρίῳ, οἰκονόμῳ τοῦ Λυκίων ἔθνους· ἑτέρῳ δὲ | |
| οὐδενὶ ἐξὸν ἐνκηδεῦσαί τινα, ἢ ὁ βιασά- | |
| μενος ἐνκηδεῦσαι ἐκτήσι {²⁶ἐκτείσει}²⁶ Ὀλυμπηνῶν τῇ πόλει | |
| 𐆖 ͵αφʹ, ὧν ὁ ἐλέγξας λήμψεται τὸ τρίτον. | |
| 10 | ἐπέτρεψα |
| δὲ | |
| κηδευθῆ- | |
| ναι αὐτὸν | |
| σύντρο- | |
| 15 | φόν μου Εὐπρέπην |
| Ὀλυμπη- | |
| νὸν | |
| καὶ γυναῖκα | |
| αὐτοῦ Αὐρηλίαν | |
| 20 | Ὀλυμπηνήν. |