[ ]
Lycia, W. — Xanthos (Kınık) — 2nd/early 3rd c. AD
1 | Κοΐντον Ἀπολλωνίου |
δὶς τοῦ Σοδλ̣άσου Ξάν- | |
θιον πατρὸς καὶ προγό- | |
νων βουλευτῶν, ἀγωνι- | |
5 | σάμενον ἀνδρῶν πάλην |
ἐν τῷ ἐπιτελεσθέντι ἀγῶ- | |
νι θέμιδος γ ἐκ διαθήκης | |
Τιβ(ερίου) Κλ(αυδίου) Καισιανοῦ Ἀγρίππα, | |
νεικήσαντα καὶ ἐκβιβάσαν- | |
10 | τα κλήρους δ, ἀγωνοθε- |
τοῦντος τῆς θέμιδος διὰ | |
βίου τοῦ ἀξιολογωτάτου | |
φιλοπάτριδος Λυκιάρχου | |
Τιβ(ερίου) Κλ(αυδίου) Τηλεμάχου, Ξαν- | |
15 | θίων ἡ τοῦ Λυκίων ἔθνους |
μητρόπολις, καθὼς ὁ δι- | |
αθέμενος διεστείλατο. |