[ ]
Lycia, W. — Lydai — 2nd c. AD
1 | Αἰλίαν Αὐ̣ρ̣ηλίαν Ὀλυμπιάδα θυγα- |
τέρα Ποπλίου Αἰλίου Διοφάν- | |
του τοῦ καὶ Μοδέστου Κα̣λυν- | |
δίαν καὶ Λυδᾶτιν, γυναῖκα | |
5 | τοῦ πρώτου τῆς πόλεως |
ἡμῶν Γά(ιου) Ἰουλίου Ἡλιοδώ- | |
ρου τοῦ καὶ Τληπολέμου, | |
τὴν ἀξιολογωτάτην, | |
Λυδατῶν ἡ βουλὴ καὶ ὁ | |
10 | δῆμος· τὸν δὲ ἀνδριάντα |
κατεσκ̣ε̣ύασεν καὶ ἀνέστη- | |
[σεν ὁ πατὴ?]ρ α̣ὐτ[ῆς ․․c.7․․] | |
[— — — — — — — — — — — — — —] |