[ ]
Lycia, W. — Lydai — Roman period
| 1 | Ἀμεινίαν τὸν καὶ Ἀριστόβου- |
| λον Ἀριστοβούλου τοῦ Ἀμεινίου | |
| τοῦ Ἀριστοβούλου Λυδάτην —— γε- | |
| νόμενον ἰατρὸν τέλειον καὶ | |
| 5 | φιλόλογον, γονέων καὶ προ- |
| γόνων ἐνδόξων, πᾶσαν ἀρ- | |
| χὴν καὶ λειτουργίαν τῇ πόλει | |
| φιλοτείμως τετελεκότων | |
| καὶ πρεσβείας μέχρι Ῥώμη[ς δω]- | |
| 10 | ρεὰν καὶ ὑπὲρ τοῦ ἔθνο[υς], |
| [ἐ]ξ ἰδίας δὲ καὶ ἔργα τῇ πόλ[ει] | |
| πεποιημένων, τετειμημ̣[έ]- | |
| νων ὑπὸ τῆς πόλεως καὶ εἰ- | |
| κόσιν, ζήσαντα ἔτη μθʹ καὶ | |
| 15 | μῆνας ἕξ —— Ἀριστόβουλος Ἀ- |
| μεινίου καὶ Κλεαργασις Θήρω- | |
| νος οἱ γονεῖς αὐτοῦ καὶ ἀδελ- | |
| φοὶ αὐτοῦ Ἀριστόβουλος καὶ Θήρω[ν]. |