[ ]
Lycia, W. — Dont — Roman period
| 1 | ❦ Εὔτακτος Ερμανδειμάσιος Καδυανδεὺς τὸ μνημεῖον |
| κατεσκεύασεν ἑαυτῷ καὶ τῇ γυναικὶ Καρπίμῃ καὶ τοῖς τέκνοις | |
| Εὐτάκτῳ καὶ Χρυσίππῳ καὶ τῇ ἐκ τούτων ἐσομένῃ γενεᾷ. | |
| ἐὰν δέ τις ἕτερος ἐνθάψῃ χωρὶς τοῦ ἐπιτρέψαι τινὰ ἡμῶν, | |
| 5 | ἀποτείσει τῷ Καδυανδέων δήμῳ 𐆖 φʹ. |
| ζῇ. |