[ ]
Lycia, W. — Telmessos — 240 BC
1 | ἀγαθῆι τύχηι. |
[βα]σιλεύοντος Πτολεμαίου τοῦ Πτολε- | |
[μ]α̣ίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους | |
[ἑβδ]όμου μηνὸς Δύστρου ἐφ’ ἱερέως Θεοδό- | |
5 | [το]υ τοῦ Ἡρακλείδου, δευτέραι, ἐκκλησίας κυ- |
[ρί]α̣ς γενομένης, ἔδοξε Τελμησσέων | |
[τ]ῆι πόλει· ἐπειδὴ Πτολεμαῖος ὁ Λυσιμά- | |
[χ]ου παραλαβὼν τὴν πόλιν παρὰ βασιλέ- | |
[ως Π]τολεμαίου τοῦ Πτολεμαίου κακῶς | |
10 | [διακει]μένην διὰ τοὺς πολέμους ἔν τε τοῖ[ς] |
[ἄλλοις] ἐπιμελόμενος διατελεῖ κοινῆι τε τῶν | |
[πολιτ]ῶν καὶ ἰδίαι ἑκάστου [κ]αὶ ὁρῶν ἐν πᾶσιν | |
[θλιβο]μένους ἀφεῖκεν ἀτελεῖς τῶν τε ξυλί- | |
[νων] καρπῶν καὶ ἐννομίων, ἐποίησε δὲ καὶ τῆς | |
15 | [σιτ]ηρᾶς ἀπομοίρας καὶ ὀσπρίων πάντων καὶ κέ[ν?]- |
[χρ]ου καὶ ἐλύμου καὶ σησάμου καὶ θέρμων, πρό- | |
[τε]ρον τελωνουμένους σκληρῶς, κατὰ τὸν | |
[νό]μον τελεῖν δεκάτην μετροῦντας νατα {²⁷<ἔ>να<ν>τα?}²⁷ | |
[τῶ]ι τε γεωργῶι καὶ τῶι δεκατώνηι, τῶν δὲ λο[ι]- | |
20 | [π]ῶ̣ν τῶν συνκυρόντων τῆι σιτηρᾶι ἀπομ[οί]- |
[ραι] ἀ̣φῆκεν πάντων ἀτελεῖς· δεδόχθαι Τελ- | |
[μη]σσεῦσιν ἐπαινέσαι τε Π̣τολεμαῖον ἐπὶ π̣[ᾶ]- | |
[σι?]ν εὐνοίας ἕνεκεν ἣν ἔχων διατελεῖ εἰς τὴν̣ | |
[πό]λιν τὴν Τελμησσέων καὶ ἱδρύσασθαι ὑ- | |
25 | [πὲ]ρ αὐτοῦ Διὶ Σωτῆρι βωμὸν ἐν τῆι ἀγορᾶι ἐν |
[τῶ]ι ἐπιφανεστάτωι τόπω[ι] καὶ θύειν κατ’ ἐνια[υ]- | |
[τὸ]ν ἐν μηνὶ Δύστρωι τῆι ἑνδεκάτηι βοῦν τρι- | |
[έ]τ̣ην, συμπορεύεσθαι δὲ πάντας τοὺς π[ο]- | |
[λ]ί̣τας καὶ τοὺς παροίκους ἐπὶ τὴν θυσίαν· ἐὰν̣ | |
30 | [δὲ] μὴ συντελῆι ὁ ἄρχων καὶ οἱ πολῖται τὴν |
[θυ]σ̣ίαν κατ’ ἐνιαυτόν, ἁμαρτωλοὶ ἔστωσαν | |
[θεῶ]ν πάντων καὶ ἀποτ<ι>νέτω ὁ ἄρχων ἱερὰς | |
[τοῦ] Διὸς τοῦ Σωτῆρος δραχ̣μὰς χιλίας, ἐὰ[ν] | |
[μ]ὴ̣ διὰ πόλεμον εἴργηται τὴν θυσίαν συν̣- | |
35 | [τελεῖ]ν· τὸ δὲ ψήφισμα τοῦτο ἀναγραψάτω ὁ ἄρ- |
[χω]ν εἰς στήλην λιθίνην καὶ στησάτω ἐν τῶι | |
[τῆ]ς Ἀρτέμιδος ἱερῶι ἐν τῶ[ι] ἐπιφανεστάτωι τό- | |
[πω]ι, τὸ δὲ γενόμενον ἀνήλωμα ἀνενενκάτ[ω] | |
τ̣ῆι πόλει. |