[ ] Lycia, W. — Telmessos — 240 BC
1             ἀγαθῆι τύχηι.
[βα]σιλεύοντος Πτολεμαίου τοῦ Πτολε-
[μ]α̣ίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους
[ἑβδ]όμου μηνὸς Δύστρου ἐφ’ ἱερέως Θεοδό-
5 [το]υ τοῦ Ἡρακλείδου, δευτέραι, ἐκκλησίας κυ-
[ρί]α̣ς γενομένης, ἔδοξε Τελμησσέων
[τ]ῆι πόλει· ἐπειδὴ Πτολεμαῖος ὁ Λυσιμά-
[χ]ου παραλαβὼν τὴν πόλιν παρὰ βασιλέ-
[ως Π]τολεμαίου τοῦ Πτολεμαίου κακῶς
10 [διακει]μένην διὰ τοὺς πολέμους ἔν τε τοῖ[ς]
[ἄλλοις] ἐπιμελόμενος διατελεῖ κοινῆι τε τῶν
[πολιτ]ῶν καὶ ἰδίαι ἑκάστου [κ]αὶ ὁρῶν ἐν πᾶσιν
[θλιβο]μένους ἀφεῖκεν ἀτελεῖς τῶν τε ξυλί-
[νων] καρπῶν καὶ ἐννομίων, ἐποίησε δὲ καὶ τῆς
15 [σιτ]ηρᾶς ἀπομοίρας καὶ ὀσπρίων πάντων καὶ κέ[ν?]-
[χρ]ου καὶ ἐλύμου καὶ σησάμου καὶ θέρμων, πρό-
[τε]ρον τελωνουμένους σκληρῶς, κατὰ τὸν
[νό]μον τελεῖν δεκάτην μετροῦντας νατα {²⁷<ἔ>να<ν>τα?}²⁷
[τῶ]ι τε γεωργῶι καὶ τῶι δεκατώνηι, τῶν δὲ λο[ι]-
20 [π]ῶ̣ν τῶν συνκυρόντων τῆι σιτηρᾶι ἀπομ[οί]-
[ραι] ἀ̣φῆκεν πάντων ἀτελεῖς· δεδόχθαι Τελ-
[μη]σσεῦσιν ἐπαινέσαι τε Π̣τολεμαῖον ἐπὶ π̣[ᾶ]-
[σι?]ν εὐνοίας ἕνεκεν ἣν ἔχων διατελεῖ εἰς τὴν̣
[πό]λιν τὴν Τελμησσέων καὶ ἱδρύσασθαι ὑ-
25 [πὲ]ρ αὐτοῦ Διὶ Σωτῆρι βωμὸν ἐν τῆι ἀγορᾶι ἐν
[τῶ]ι ἐπιφανεστάτωι τόπω[ι] καὶ θύειν κατ’ ἐνια[υ]-
[τὸ]ν ἐν μηνὶ Δύστρωι τῆι ἑνδεκάτηι βοῦν τρι-
[έ]τ̣ην, συμπορεύεσθαι δὲ πάντας τοὺς π[ο]-
[λ]ί̣τας καὶ τοὺς παροίκους ἐπὶ τὴν θυσίαν· ἐὰν̣
30 [δὲ] μὴ συντελῆι ὁ ἄρχων καὶ οἱ πολῖται τὴν
[θυ]σ̣ίαν κατ’ ἐνιαυτόν, ἁμαρτωλοὶ ἔστωσαν
[θεῶ]ν πάντων καὶ ἀποτ<ι>νέτω ὁ ἄρχων ἱερὰς
[τοῦ] Διὸς τοῦ Σωτῆρος δραχ̣μὰς χιλίας, ἐὰ[ν]
[μ]ὴ̣ διὰ πόλεμον εἴργηται τὴν θυσίαν συν̣-
35 [τελεῖ]ν· τὸ δὲ ψήφισμα τοῦτο ἀναγραψάτω ὁ ἄρ-
[χω]ν εἰς στήλην λιθίνην καὶ στησάτω ἐν τῶι
[τῆ]ς Ἀρτέμιδος ἱερῶι ἐν τῶ[ι] ἐπιφανεστάτωι τό-
[πω]ι, τὸ δὲ γενόμενον ἀνήλωμα ἀνενενκάτ[ω]
τ̣ῆι πόλει.
Search Help