OGIS 762
[ ] Lycia (Kibyr.) — Kibyra (Gölhisar--Horzum) — 189-167 BC — OGIS 762
1 [— — — τῶι δήμ]ωι [τ]ῶι [Ῥω]μα[ί]ω[ν μ][ν]ειν. [ἐ]ὰν δέ [τ]ις πρότερος πόλε-
μον ἐπιφέρηι τῶι δήμωι τῶι Ῥωμαίων ἢ τὰς συν-
θήκας παραβῇ, τότε ὁ δῆμος ὁ τῶν Κιβυρατῶν τῶ[ι]
δήμωι τῶι Ῥωμαίων βοηθείτω κατὰ τὸ εὔκαιρον, v ὃ
5 [ἂ]ν ἐκ τῶν συνθηκῶν καὶ ὅρκων ἐξῆι Κιβυρατῶν τ%⁸⁰ῶι
δήμωι ποιεῖν. καὶ ἐάν τι πρὸς ταύτας τὰς συνθήκας
ὁ δῆμος ὁ Ῥωμαίων καὶ ὁ δῆμος ὁ Κιβυρατῶν κοινῆι
βουλῆι προσθεῖναι ἢ ἐξελεῖν βούλωνται, κοινῆι βουλῆι δη-
μοσίαι ἑκατέρων θελόντων ἐξ%⁸⁰%⁸⁰%⁸⁰%⁸⁰%⁸⁰%⁸⁰%⁸⁰%⁸⁰έστω. ἃ δ[ὲ]
10 ἂν προστιθῶσιν ἐν ταῖς vvv συνθήκαις, ἐνέστ[ω]
ἐν ταῖς συνθήκαις, ἃ δὲ ἂν ἀφέλ[ω]σιν τῶν συνθ[η]-
κῶν, ἐκτὸς ἔστω. ταύτας δὲ τὰς συνθήκας εἰς χ[άλ]-
κωμας ἀναγραψάτωσαν καὶ ἀναθέτωσαν ἐμ μ[ὲν]
Ῥώμηι ἐν τῶι ἱερῶι τοῦ Διὸς τοῦ Καπετωλίου, ἐν δὲ [Κιβύραι]
15 ἐπὶ τῆς βάσεως τῆς Ῥώμης, ἣν ἐψηφίσαντο χρυσ[ῆν].
Search Help