[ ] Lycia, W. — Xanthos (Kınık) — Letoion (Bozoluk) — after 152 AD — SEG 30.1534
1 Λυκίω[ν]
τὸ κοινὸν Ὀπραμόα[ν]
Ἀπολλωνίου βʹ τοῦ Καλ-
λιάδου Ῥοδιαπολείτην
5 καὶ Μυρέα καὶ Παταρέα
καὶ Τλωέα καὶ Ξάνθιον καὶ
Τελμεσέα καὶ Λιμυρέα, πο-
λειτευόμενον δὲ καὶ ἐν ταῖς
κατὰ Λυκίαν πόλεσιν πάσαις,
10 τὸν γεγονότα ἀρχιερέα τῶν
Σεβαστῶν, τὸν δὲ αὐτὸν καὶ
γραμματέα Λυκίων, χαρισά-
μενον ταῖς μὲν πόλεσιν
ἰδίᾳ ἑκάστῃ πλεῖστα, τῷ δὲ
15 ἔθνει ἀγροὺς φέροντας προ-
σόδου κατ’ ἔτος 𐆖 μ(υριάδας) βʹ ἐξ ὧ[ν]
λαμβάνουσιν Λυκίων ἕκα[σ]-
τος τῶν κοινοβούλων
       ἀνὰ 𐆖 δέκα.
Search Help
Contact Us