[ ] Lycia, W. — Telmessos (Fethiye-Makri) — 184/3 BC — Clara Rhodos 2 (1932) 172,3; RFIC 60.1932.446,I — LSM (1997) 118 Tel 4
1 [βασιλεύοντος] Εὐμένου Σωτῆρος (ἔτους) ιδ̣ʹ
[ἐφ’ ἱερέως — — —]ώρου μηνὸς Αὐδναίου βʹ, ἐ[κ]-
[κλησίας κυρ]ί̣ας γενομένης, ἔδοξεν Τελ̣-
[μεσσέων] τῆι πόλει καὶ τοῖς ἄρχουσι
5 — — — — —ωρωι, Δαπάραι, Ἑρμοφάντωι· ἐπει-
[δὴ βασι]λεὺς Εὐμένης ὁ σωτὴρ καὶ εὐεργέ-
[της ἡμ]ῶ̣ν ἀναδεξάμενος τὸν πόλεμον οὐ μ̣[ό]-
[νον ὑπ]ὲ̣ρ τῶν ὑφ’ αὑτὸν τασσομένων ἀλλὰ καὶ
[τῶν ἄ]λλων τῶν κατοικούντων τὴν Ἀσίαν ὑ-
10 [πέστ]η τὸν κίνδυνον καὶ παρακαλέσας τοὺς
[θεο]ὺς καὶ διαγωνισάμενος πρός τε Προυσίαν̣
[κα]ὶ̣ Ὀρτιάγοντα καὶ τοὺς Γαλάτας καὶ τοὺς
[συ]μμάχους αὐτῶν ἐνίκησεν ἐνδόξως καὶ
[κ]αλῶς καὶ ὡς ἡμεῖς εὐχόμεθα τοῖς θεοῖς, ἀγα-
15 θῆι τύχῆι, δεδόχθαι τῆι πόλει καὶ τοῖς ἄρχου-
σιν ἐπὶ τοῖς γεγενημένοις ἀγαθοῖς εὔχεσ-
θαι μὲν τοὺς ἱερεῖς καὶ τὰς ἱερείας ἀν̣εωι̣γ̣-
μένων τῶν ἱερῶν πάντων καὶ ε̣ἰς τὸ̣ λοιπὸ̣ν̣ δ̣[ι]-
δόναι βασιλεῖ Εὐμένει νίκην καὶ κράτος καὶ
20 κατὰ γῆν καὶ κατὰ θάλασσαν καὶ τῆι μητρὶ
βασιλίσσηι Ἀπολλωνίδι καὶ τοῖς ἀδ̣ε̣λφ̣ο̣ῖς
αὐτοῦ, στεφανηφορῆσαι δὲ τοὺς πο̣λ̣ί̣τας
καὶ τοὺς ἄλλους ἅπαντας καὶ θύσαντας
χαριστήρια τοῖς θεοῖς εὐωχεῖσθαι ἐν τῆι
25 [ἐκκλησί]α̣ι̣(?), εἰς τὸ λοιπὸν δὲ καθ’ ἕκαστον μῆ̣-
[να θυόντω] οἱ ἄρχοντες τῆι προτέραι, ἐν ἧι νε-
[νίκηκεν ὁ βασιλ]ε̣ὺς, Διὶ Γενεθλίωι καὶ Ἀθηνᾶι Ν̣[ι]-
[κηφόρωι, ἧι καὶ ἀνιέρ]ωσαν ἄλσο̣ς̣ κ̣α̣ὶ̣ [τέμενος]
[ὅ τε βασιλεὺς Εὐμένης καὶ ὁ δῆμος τῶν Περγα]-
30 [μηνῶν — — —]
Search Help