[ ]
Car., Rhod.Per. — Bybassos (Hisarönü)? [formerly at Marmaris] — 3rd/2nd c. BC — SEG 29.1064 — Bresson, Recueil 45
1 | [— — — — — — — — — — — — — — — — —]σθε ν̣ε̣[— —] |
[— — — — — — — — — — — — — — ἐπι]μ̣εληθέντ[ω τᾶς] | |
[κατασκευᾶς τοῦ στεφάνου] καὶ τοῦ ἀνδριάντος καὶ τ[ᾶς] | |
[στάλας καὶ τᾶς ἀνα]γραφᾶς τοῦδε τοῦ ψαφίσματος κα̣[ὶ] | |
5 | [τᾶς ἀναθέσεως ε]ἰς τὸν ἀποδειχθέντα τόπον· εἰς δὲ |
[τὰν κατασκευὰν] τοῦ στεφάνου καὶ τοῦ ἀνδριάντος | |
[καὶ τᾶς στάλας κ]αὶ τὰν ἀνάθεσιν καὶ τὰν ἀναγραφὰ[ν] | |
[τοῦ ψαφίσματο]ς τελεσάντω τοὶ ἱερομνάμονες το[ῖς] | |
[αἱρεθεῖσιν ἀνδ]ρ̣άσι τὸ ταχθὲν ὑπὸ τοῦ δάμου· ταξάτω | |
10 | [δὲ ὁ δᾶμος μ]ετὰ τὰν κύρωσιν τοῦδε τοῦ ψαφίσματος̣ |
[μὴ πλεῖον δρα]χμᾶν δισχιλιᾶν καὶ ἑκατόν, ἀποδειξά- | |
[τω καὶ τὸν τό]πον ἐν ὧι σταθησεῖ ἁ στάλα· τὸν δὲ ἀποδει- | |
[χθέντα τό]πον καὶ τὸ ταχθὲν ὑπὸ τοῦ δάμου εἰς τὰν | |
[κατασκε]υὰν τοῦ στεφ[άν]ου καὶ τοῦ ἀνδριάντος καὶ | |
15 | [τὰ ἄλ]λ̣α τὰ ἐν τῶι ψαφ̣ί̣σματι γεγραμένα {²⁶γεγραμμένα}²⁶ ποτιγρά- |
[ψει ὁ] γ̣ραμματεὺς ποτὶ τόδε τὸ ψάφισμα. | |
vacat |