[ ] Car., Rhod.Per. — Bybassos (Hisarönü)? [formerly at Marmaris] — 3rd/2nd c. BC — SEG 29.1064 — Bresson, Recueil 45
1 [— — — — — — — — — — — — — — — — —]σθε ν̣ε̣[— —]
[— — — — — — — — — — — — — — ἐπι]μ̣εληθέντ[ω τᾶς]
[κατασκευᾶς τοῦ στεφάνου] καὶ τοῦ ἀνδριάντος καὶ τ[ᾶς]
[στάλας καὶ τᾶς ἀνα]γραφᾶς τοῦδε τοῦ ψαφίσματος κα̣[ὶ]
5 [τᾶς ἀναθέσεως ε]ἰς τὸν ἀποδειχθέντα τόπον· εἰς δὲ
[τὰν κατασκευὰν] τοῦ στεφάνου καὶ τοῦ ἀνδριάντος
[καὶ τᾶς στάλας κ]αὶ τὰν ἀνάθεσιν καὶ τὰν ἀναγραφὰ[ν]
[τοῦ ψαφίσματο]ς τελεσάντω τοὶ ἱερομνάμονες το[ῖς]
[αἱρεθεῖσιν ἀνδ]ρ̣άσι τὸ ταχθὲν ὑπὸ τοῦ δάμου· ταξάτω
10 [δὲ ὁ δᾶμος μ]ετὰ τὰν κύρωσιν τοῦδε τοῦ ψαφίσματος̣
[μὴ πλεῖον δρα]χμᾶν δισχιλιᾶν καὶ ἑκατόν, ἀποδειξά-
[τω καὶ τὸν τό]πον ἐν ὧι σταθησεῖ ἁ στάλα· τὸν δὲ ἀποδει-
[χθέντα τό]πον καὶ τὸ ταχθὲν ὑπὸ τοῦ δάμου εἰς τὰν
[κατασκε]υὰν τοῦ στεφ[άν]ου καὶ τοῦ ἀνδριάντος καὶ
15 [τὰ ἄλ]λ̣α τὰ ἐν τῶι ψαφ̣ί̣σματι γεγραμένα {²⁶γεγραμμένα}²⁶ ποτιγρά-
[ψει ὁ] γ̣ραμματεὺς ποτὶ τόδε τὸ ψάφισμα.
                                  vacat
Search Help
Contact Us