[ ]
Troizenis — Troizen — 369 BC
| 1 | ἔδοξ̣ε τᾶι βουλᾶι καὶ τῶι δάμωι· |
| ἐπειδὴ Ἐχίλαος Φιλωνίδου Πλα- | |
| ταιεὺς ἀφικόμενος ἐς Τροζᾶνα | |
| περί τε τὰν σωτηρίαν τᾶς χώρας | |
| 5 | ἀνὴρ ἀγαθός ἐστι, καὶ ὅσσα ἐδεῖτ̣- |
| ο ὁ δᾶμος ὁ Τροζανίων ὑπηρέτη- | |
| κε πάντα· δεδόχθαι τᾶι βουλᾶι καὶ | |
| τῶι δάμωι ἐπαινῆσαι Ἐχίλαον Φιλ- | |
| ωνίδου Πλαταιῆ ἀρετᾶς ἕνεκα | |
| 10 | καὶ εὐνοίας τᾶς ἐς τὸν δᾶμον τ- |
| ὸν Τροζανίων, εἶμεν δὲ αὐτῶι | |
| καὶ γένει εὐεργεσίαν καὶ πολι- | |
| τείαν. ἀγγράψαι δὲ τόδε τὸ ψάφισ- | |
| μα ἐν στάλαι λιθίναι καὶ στᾶσαι | |
| 15 | ἐν τῶι ἱαρῶι τοῦ Ἀπόλλωνος τοῦ |
| Θεαρίου, ὅπως καὶ τοὶ ἄλλοι ὑπη- | |
| ρετῶντι, εἰδότες ὅτι δύναται ὁ δ- | |
| ᾶμος ὁ τῶν Τροζανίων τὰς χάρ[ι]- | |
| τας ἀποδιδόμεν τοῖς εὖ ποιοῦ[σ]- | |
| 20 | ιν αὑτόν. εἶμεν δὲ αὐτὸν καὶ φυ- |
| λᾶς ἇς κα λάχη<ι>, τὸν δὲ δεκαδῆ ἐ- | |
| πικλαρῶσαι ἤδη. Φιλήσιος εἶπε. | |
| [ἔλ]αχε φυλᾶς Σχελιάδας. |