[ ]
Pisid. — Termessos (Güllük Dağı) — aft. 212 AD? — Epigr. Forsch. in Termessos II (1992) 19, 9
| 1 | Μ. Αὐρ. Διοτειμιανὸ[ς] Ἀρτέμων ὁ καὶ Δι̣ό̣τειμος καὶ κατὰ ἐντολὴν τ̣οῦ πατρ̣ός μου |
| Διοτείμου δὶς Ἀπολλωνίου τήνδε τίθεμαι πρόρησιν ἐπὶ τῷ μετὰ | |
| τὴν τελευτὴν ἐμοῦ τε καὶ τῆς γυναικός μου Αὐρ(ηλίας) Καστορίδος | |
| κατατεθῆναι ἡμας ἐν τῇ σωματοθήκῃ ταύτῃ ὑπὸ τῶν | |
| 5 | κληρονόμων· μετὰ δὲ τὴν |
| ἀπόθεσιν ἡμῶν οὐδε- | |
| νὶ ἐξέσται ἐπενθάψαι | |
| τινά, εἰ δὲ μὴ ὁ πειράσας | |
| ἐκτείσει τῷ δήμῳ εἰς | |
| 10 | ἀσφάλιαν τῶν τειχῶν |
| (δην.) ͵ε. |