[ ] Pisid. — Pednelissos (Kozan-Bodrumkaya) — ASAA 3 (1916-20) 151, 86
1      ὁ δῆμος
ἐτείμησεν Ἡδομενέ-
α Κόμωνος, ἱερέα Διὸς
καὶ προθύτην τὸ τέ-
5 ταρτον, ἱερασάμενον
μὲν καὶ ἐν ταῖς ἄλλαις
ἱερωσύναις ἐκτενῶς
καὶ ἐγλάμπρως, [τ]ὰ δὲ
νῦν καὶ τὰ διδόμενα
10 αὐτῷ δαπανήματα εἰς
τὰς θυσίας ἀποχαρισά-
μενον τῇ πόλει ὑπέρ
τε τῶν συμφερόντων
αὐτῇ πάντοτε ἀγωνι-
15 ζόμενον, ἄνδρα καλὸν
καὶ ἀγαθὸν ἀπὸ προγό-
νων, ἀρετῆς ἕνεκα καὶ
τῆς εἰς αὐτὸν εὐεργε-
σίας καὶ εὐνοίας.
Search Help
Contact Us