[ ]
Pisid. — Sagalassos (Ağlasun) — IGR 3.362
1 | πάντη μὲν κ[ῦ]δος Τερτύλλου [πρίν ποτ’ ἀγαστὸν] |
ἔκ τε σοφῶν ἔργων ἔκ τε ἀγαθῶν πατέρω[ν]· | |
νῦν δ’ ἔτι που καὶ μᾶλλον, ἀρηιφίλων ὅτε φωτ[ῶν] | |
τόσσην ἐν σταδίοις ἐστό[ρ]εσεν στρατι[ήν], | |
5 | ἄρκτ[ο]υς πορδά[λι]άς τε κατέ[κ]τανεν ἠ[δ]ὲ λέ[οντας], |
[σ]φῶν κτεάνων πάτρην πρ[ε]σβυτέρην θέμενο[ς]· | |
τῷ μετὰ [κ]λεινὸν Ἄρην ἐνα[γ]ώνιός ἐστι κα[ὶ] Ἑρμ[ῆς], | |
νείκην πορσύνων· ἀνδράσιν ἀθλοφόροις. | |
τοὔνεκα καὶ βασιλῆες ἐπιστέλλειν ἐπένευ[σαν], | |
10 | αἱ δ’ ἀρεταὶ τούτου καὶ προ[γ]όνων πλέον[ες]. |
σῆμα δὲ, κεἰ τέχν[α] Φρύ[γι]ον λίθον ἔργῳ ἐλέ[γχει], | |
ψεύδεται· ἐγγα[ί]ης τῆσδε πέφυκε λίθος. |