[ ]
Pisid. — Sagalassos (Ağlasun) — IGR 3.362
| 1 | πάντη μὲν κ[ῦ]δος Τερτύλλου [πρίν ποτ’ ἀγαστὸν] |
| ἔκ τε σοφῶν ἔργων ἔκ τε ἀγαθῶν πατέρω[ν]· | |
| νῦν δ’ ἔτι που καὶ μᾶλλον, ἀρηιφίλων ὅτε φωτ[ῶν] | |
| τόσσην ἐν σταδίοις ἐστό[ρ]εσεν στρατι[ήν], | |
| 5 | ἄρκτ[ο]υς πορδά[λι]άς τε κατέ[κ]τανεν ἠ[δ]ὲ λέ[οντας], |
| [σ]φῶν κτεάνων πάτρην πρ[ε]σβυτέρην θέμενο[ς]· | |
| τῷ μετὰ [κ]λεινὸν Ἄρην ἐνα[γ]ώνιός ἐστι κα[ὶ] Ἑρμ[ῆς], | |
| νείκην πορσύνων· ἀνδράσιν ἀθλοφόροις. | |
| τοὔνεκα καὶ βασιλῆες ἐπιστέλλειν ἐπένευ[σαν], | |
| 10 | αἱ δ’ ἀρεταὶ τούτου καὶ προ[γ]όνων πλέον[ες]. |
| σῆμα δὲ, κεἰ τέχν[α] Φρύ[γι]ον λίθον ἔργῳ ἐλέ[γχει], | |
| ψεύδεται· ἐγγα[ί]ης τῆσδε πέφυκε λίθος. |