[ ] Pisid. — Termessos (Güllük Dağı)
1 Αὐρ(ήλιος) Διογένης βʹ Ἀθηναγόρου τὴν σωματοθήκην ἑαυτῶ καὶ τῆ γυναικὶ αὐτοῦ
Αρτεμει καὶ τῶ υἱῶ αὐτῶν Διονυσίω καὶ τῆ γυναικὶ αὐτοῦ Ναννηλει· ἑτέ-
                         ρω δὲ οὐδενὶ ἐξέσται
                         μετ’ αὐτοὺς ἀνῦξαι
5                          τὴν σωματοθήκην
                         ἢ ἐπιθάψαι τινά, ἐπεὶ
                         ἔσται ὑπεύθυνος τῆ
                         εἰς τοὺς κατοιχομένους
                              ἀσεβεία.

MCP server: epigraphy-mcp.packhum.org

Search Help
Contact Us
MCP server