[ ]
Pisid. — Termessos (Güllük Dağı) — 161-169 AD
1 | θεοῖς Σεβαστοῖς καὶ τῶ δήμω ἱερεὺς θεᾶς |
Ῥώμης διὰ βίου Ἀπολλώνιος Θόαντος Ἀπολλωνίου, | |
φιλόπατρις, υἱὸς πόλεως, ἐπανγειλάμενος ἔρευναν | |
ὕδατος ἐφιλοτειμήθη μετὰ τῶν ἰδίων τά τε ἀνγεῖα | |
5 | καὶ τοὺς ὑπονόμους καὶ τὴν διακοπὴν τῶν ὀρῶν καὶ |
τὴν ἀγωγὴν τοῦ ὕδατος καὶ ἀπαρτίσας ἐκ τῶν ἰδίων | |
καθιέρωσεν. |