[ ] Pisid. — Termessos (Güllük Dağı) — 161-169 AD
1 θεοῖς Σεβαστοῖς καὶ τῶ δήμω ἱερεὺς θεᾶς
Ῥώμης διὰ βίου Ἀπολλώνιος Θόαντος Ἀπολλωνίου,
φιλόπατρις, υἱὸς πόλεως, ἐπανγειλάμενος ἔρευναν
ὕδατος ἐφιλοτειμήθη μετὰ τῶν ἰδίων τά τε ἀνγεῖα
5 καὶ τοὺς ὑπονόμους καὶ τὴν διακοπὴν τῶν ὀρῶν καὶ
τὴν ἀγωγὴν τοῦ ὕδατος καὶ ἀπαρτίσας ἐκ τῶν ἰδίων
καθιέρωσεν.
Search Help
Contact Us