[ ] Bith. — Nikomedeia (Izmit)
1 Αὐρ. Ἐάρινος, ἄρξας τῆς κρατίσ-
της φυλῆς Ποσειδωνιάδος,
ἔθηκα τὴν [σ]ορὸν ἐμαυτῷ καὶ τῇ συ-
νβίῳ μου Αὐρηλίᾳ Διογενείῃ
5 καὶ τῇ θυγατρί μου Αὐρηλίᾳ Βα-
σιλικῇ τῇ καὶ Ματ[ρ]ώνῃ προτε-
λευτη[σ]άσῃ, νεικήσασαν ἐν σω-
φροσύνῃ πᾶσαν γυναῖκα, ζήσασαν
ἔτη κβʹ· κα[ὶ] βούλομαι μετὰ τὸ
10 κατατεθῆναι ἡμᾶς μηδένα ἕτε-
ρον ἀνοῖξαι τὴν σορόν, εἰ μὴ ἐ-
ὰν ἐπείξῃ τέκνῳ ἡμῶν· ἐὰν δέ
τις παρὰ ταῦτα πο<ι>ήσει, δώσει
προστείμου τῷ ἱερωτάτῳ τα-
15 μείῳ (δην.) ͵ε καὶ τῇ πόλει (δην.) ͵γ. χαίρετε.
Search Help
Contact Us