[ ]
Bith. — Nikomedeia (Izmit)
| 1 | Αὐρ. Ἐάρινος, ἄρξας τῆς κρατίσ- |
| της φυλῆς Ποσειδωνιάδος, | |
| ἔθηκα τὴν [σ]ορὸν ἐμαυτῷ καὶ τῇ συ- | |
| νβίῳ μου Αὐρηλίᾳ Διογενείῃ | |
| 5 | καὶ τῇ θυγατρί μου Αὐρηλίᾳ Βα- |
| σιλικῇ τῇ καὶ Ματ[ρ]ώνῃ προτε- | |
| λευτη[σ]άσῃ, νεικήσασαν ἐν σω- | |
| φροσύνῃ πᾶσαν γυναῖκα, ζήσασαν | |
| ἔτη κβʹ· κα[ὶ] βούλομαι μετὰ τὸ | |
| 10 | κατατεθῆναι ἡμᾶς μηδένα ἕτε- |
| ρον ἀνοῖξαι τὴν σορόν, εἰ μὴ ἐ- | |
| ὰν ἐπείξῃ τέκνῳ ἡμῶν· ἐὰν δέ | |
| τις παρὰ ταῦτα πο<ι>ήσει, δώσει | |
| προστείμου τῷ ἱερωτάτῳ τα- | |
| 15 | μείῳ (δην.) ͵ε καὶ τῇ πόλει (δην.) ͵γ. χαίρετε. |