[ ]
Bith. — Nikomedeia (Izmit)
| 1 | Αἰμίλιος Τρύφων ἔθηκα τὴν πύελον ἑαυτῷ καὶ |
| τῇ συνβίῳ μου τῇ γλυκυτάτῃ Ἀσιννίᾳ Χαρίτῃ καὶ | |
| τῷ υἱῷ μου Αἰμιλίῳ Τρύφωνι καὶ τῇ θρεπτῇ μου Ἀσκληπιοδότῃ σὺν τῷ περιωρισμένῳ | |
| τόπῳ ἀπὸ μὲν ἀνατολῆς ἕως δύσεως πήχις ιϛʹ, | |
| 5 | ἀπὸ δὲ ἄρκτου εἰς μεσηνβρίαν πήχις ιγʹ, ὃ γείνετε |
| στερεοὶ πήχις σηʹ· καὶ βούλομε μετὰ τὸ τοὺς προγε- | |
| γραμμένους κατατεθῆνε μηδενὶ ἐξὸν [εἶ]ναι τὴν πύελον | |
| ἀν[ο]ῖξαι· ἐὰν δέ τις παρὰ ταῦτα ποιῇ, [ἀποδ]ώσει τῇ πόλι | |
| προστείμου (δην.) ͵βφʹ καὶ τοῖς κ[ατ]οικ[ο]ῦσι τὸν τόπον (δην.) ͵α. | |
| 10 | χαίρετε. |