[ ] Bith. — Nikaia (Iznik) — IK Iznik II,1 Add. p.331-332 — SEG 29.1323
1 Γεροντίων θεόφρων ἔκτησα τὸ(ν) {²⁷ἐκτήσατο}²⁷ τύμβον
ἑαυτῷ ἐξ οἰκίων πόνων ὁμώνυμος ὢν πατρὶ ἑαυ-
τοῦ θεμελί{ου}ους {²⁶θεμελίους}²⁶ πήξας, πληρώσας οἰκοδομὴν
ἅπασαν σπουδέων, πατὴρ ἐὼν τῆς τῶν Εὐσεβῶν
5 ἐκκλησίας, σκέπην σώματι θνητῷ, ἀνάστασ<ι>ν προσ-
δεχόμενος, καὶ γυναικὶ Κυραδίῃ πιστοτάτῃ χριστοφό-
ρῳ, βιωσάσῃ [ἔ]τησιν(?) κηʹ, καὶ φιλτάτοις γλυκυτάτοις Εὐγενίῳ
Γεροντίῳ ἀλλὰ καὶ Λεωνίδῃ Χριστὸν ἐν στέρνοις ἔχουσιν.
Search Help