[ ]
Bith. — Nikaia (Iznik) — IK Iznik II,1 Add. p.301 — Anth.Pal. 15.4-8
| A.1 | αὔχησον, Νίκαια, τὸν οὐρανομάκεα τύμβον |
| καὶ τὰν ἀελίῳ γείτονα πυραμίδα, | |
| ἃ τὸν ἐνὶ ζωοῖς βεβοαμένον ἱεροφάνταν | |
| κρύπτει ἀμετρήτῳ σάματι θαπτόμενον· | |
| 5 | ἔστι Σακέρδωτος τόσον ἠρίον, ἔστι Σεουήρας |
| μνᾶμα τόδε, ᾧ γείτων οὐρανός, οὐκ Ἀίδας. | |
| B.6a | (ἄλλο·) |
| 7 | οὐράνιον τὸ μνᾶμα καὶ ἁ χρυσήλατος ἀκτὶς |
| ἀνδρὸς ἴσον βιότῳ καὶ τάφον εὑραμένου | |
| ἄστροις γειτονέοντα· φέρει δ’ ὅσον οὔτινα τύμβος | |
| 10 | ἀνέρα, τὸν τελετᾶς οὐρανίδος ζάκορον, |
| τὸν πάτραν ἐριποῦσαν ἀπὸ χθονὸς ὑψώσαντα, | |
| τὸν φρενὸς ἢ γλώσσας ἄκρα λαχόντα γέρα· | |
| ᾧ πέρι δηρίσαντο καὶ ἁ νέκυν ἐν πυρὶ θεῖσα | |
| Ἀτθὶς χά κόλποις ὀστέα δεξαμένα. | |
| C.14a | (ἄλλο·) |
| 15 | τοῦτο Σακέρδωτος μεγάλου μέγα σῆμα τέτυκται |
| παμφαές, Ἀσκανίης ἄστρον ἐπιχθόνιον, | |
| ἀκτίνων ἀντωπόν· ὁ δ’ ἥσυχος ἔνδοθι δαίμων | |
| κεῖται, ὁ καὶ πάτρῃ δεξιτερὴν τανύσας | |
| κεκλιμένῃ καὶ στέμμα περὶ κροτάφοισιν ἀνάψας | |
| 20 | ἱερὸν ἐκ πατρὸς παιδὶ νεαζόμενον, |
| ὃν πάτρη μὲν ἔδεκτο φίλον νέκυν, ἥγνισε δ’ Ἀτθὶς | |
| πυρκαϊῇ, σέβεται δ’ Ἑλλὰς ἅπασα πόλις. | |
| D.22a | (ἄλλο·) |
| 23 | ἁ πάτρα Νίκαια, πατὴρ δέ μοι ὀργιοφάντας |
| οὐρανοῦ, αὐτὰρ ἐγὼ κλαρονόμος τελετᾶς· | |
| 25 | οὗτος ὁ καὶ σεισθεῖσαν ἐμάν πόλιν ἐξ ἀίδαο |
| ῥυσάμενος δώροις Αὐσονίοιο Διός· | |
| θνάσκω δ’ Ἀσκανίας μὲν ἀπόπροθεν ἠδ’ ἐπὶ γαίας | |
| Ἀτθίδος ἀρχεγόνου πυρκαϊᾶς ἐπέβαν· | |
| μνᾶμα δέ μοι περίσαμον ὁμώνυμος εὕρατο πάππῳ | |
| 30 | παῖς ἐμός· ἁ δ’ ἀρετὰ λεύσσει ἐς ἀμφοτέρους. |
| 30a | (ἄλλο·) |
| 31 | εἷς γάμος ἀμφοτέρων, ξυνὸς βίος, οὐδὲ θανόντες |
| λήσμονες ἀλλήλων ἔσχον ἀποικεσίην· | |
| καὶ σεῦ μὲν τελεταί τε καὶ ἄρρενος ἔργα, Σακέρδως, | |
| κηρύξει βίοτον πάντας ἐς ἠελίους· | |
| 35 | αὐτὰρ ἐμὲ Σευουῆραν ἀνήρ, τέκος, ἤθεα, κάλλος |
| τῆς πρὶν Πηνελόπης θήσει ἀοιδοτέρην. |