[ ]
Bith. — Kios (Gemlik): Cihanköy — 281 or 190 BC? — IK 10,1 Nikaia 751
| 1 | εἰ καὶ μεῦ δολιχὸς περιαίνυται ὀστέα τύμβος |
| ξεῖνε, τὸ δυσμενέων γ’ οὐχ ὑπέτρεσοα βάρος. | |
| πεζομάχος δ’ ἱππεῖας ἐνὶ προμάχοισιν ἔμεινα | |
| ὁππότε περ Κούρου μαρνάμεθ’ ἐμ πεδίωι. | |
| 5 | [Θ]ρήϊκα δὲ προπάροιθε βαλὼν ἐνὶ τεύχεσιν ἄνδρα |
| [κ]αὶ Μυσόν, μεγάλας κάτθανον ἀμφ’ ἀρετᾶς· | |
| τ̣ῶι <τ>ις ἐπαινήσειε θοὸν Βιοήριος υἷα | |
| Βιθυνὸν Μηνᾶν, ἔξοχον ἡγεμόνα. | |
| ἄλλο· | |
| 10 | [δ]άκρυα μὲν δειλοῖς τις ἰὼν ἐπὶ τυμβία χε̣ύοι |
| [ν]ώνυμον ἐγ νούσων δεξαμένοις θάνατον· | |
| αὐτὰρ ἐμὲ Φρυγίοιο παρὰ ῥοόν, ἀμφί τε πάτρης, | |
| ἀμφί τε κυδαλίμων μαρνάμενον τοκέων | |
| εὐκλέα δέξατο γαῖα μετὰ προμάχοισι δαμέντα, | |
| 15 | δυσμενέων πολλοὺς πρόσθε δαϊξάμενον· |
| Βιθυνὸν τῶι τις Βιοήριος υἱέα Μηνᾶν | |
| αἰνήσαι με, ἀρετᾶς φέγγος ἀμειψάμενον. |