[ ]
Bith. — Kios (Gemlik)
| 1 | ἐπ’ ὠκυμοίρῳ τ̣οῦ̣τ̣ον Ἀσκληπιοδότῳ |
| πατὴρ Νόητος χῶσεν εὐερκῆ τάφον, | |
| καὶ ξεστὸν οἰκτρ[ο]ῦ παιδὸς ἀν<φὶ> σήματι | |
| ἔθηκε βωμόν, πενταέτους τε εἰκὼ τέκνου | |
| 5 | κενὴν ὄνησιν ὀμμάτων χαράξατο, |
| τὴν πᾶσαν εἰς γῆν ἐλπίδων κρύψας χαράν· | |
| μήτηρ δὲ ἐν οἴκοις, ἁ τάλαινα, ὀδύρεται | |
| νικῶσα θρήνοις πενθίμην ἀηδόνα. |