[ ]
Bith. — Kios (Gemlik) — late Hellenistic-early Rom. Imp. period
1 | ἀγαθῆι τύχηι. |
οὐρανίων πάντων βασιλεῦ, χαῖρε, ἄφθιτ’ Ἄνουβι. | |
σός τε πατὴρ χρυσοστέφανος πολύσεμνος Ὄσειρις, | |
αὐτὸς Ζεὺς Κρονίδης, αὐτὸς μέγας ὄβριμος Ἄμμων, | |
5 | κοίρανος ἀθανάτων, προτετίμηταί σε Σάραπις· |
σή τε μάκαιρα θεὰ μήτηρ πολυώνυμος Ἶσις, | |
ἣν τέκεν Οὐρανὸς Εὐφρονίδης ἐπὶ κύμασι πόντου | |
μαρμαρέοις, θρέψεν δ’ Ἔρεβος φῶς πᾶσι βροτοῖσι, | |
πρεσβίστην μακάρων ἐν Ὀλύμπῳ σκῆπτρον ἔχουσαν, | |
10 | καὶ γαίης πάσης καὶ πόντου δῖαν ἄνασσαν, |
πανδε[ρκ]ῆ· μεγάλων [δ’ ἀγα]θ[ῶ]ν [κ]ρ̣άν̣τειρα βροτοῖσιν. |