[ ]
Bith. — Kios (Gemlik) — late Hellenistic-early Rom. Imp. period
| 1 | ἀγαθῆι τύχηι. |
| οὐρανίων πάντων βασιλεῦ, χαῖρε, ἄφθιτ’ Ἄνουβι. | |
| σός τε πατὴρ χρυσοστέφανος πολύσεμνος Ὄσειρις, | |
| αὐτὸς Ζεὺς Κρονίδης, αὐτὸς μέγας ὄβριμος Ἄμμων, | |
| 5 | κοίρανος ἀθανάτων, προτετίμηταί σε Σάραπις· |
| σή τε μάκαιρα θεὰ μήτηρ πολυώνυμος Ἶσις, | |
| ἣν τέκεν Οὐρανὸς Εὐφρονίδης ἐπὶ κύμασι πόντου | |
| μαρμαρέοις, θρέψεν δ’ Ἔρεβος φῶς πᾶσι βροτοῖσι, | |
| πρεσβίστην μακάρων ἐν Ὀλύμπῳ σκῆπτρον ἔχουσαν, | |
| 10 | καὶ γαίης πάσης καὶ πόντου δῖαν ἄνασσαν, |
| πανδε[ρκ]ῆ· μεγάλων [δ’ ἀγα]θ[ῶ]ν [κ]ρ̣άν̣τειρα βροτοῖσιν. |