[ ]
Lyd. — Manisa Mus., fr. NE Lydia — 235/236 AD — EA 12 (1988) 151, 5 — EA 13 (1989) 37-40
See also:
| 1 | ἔτους τκʹ, μη(νὸς) Πανήμου βιʹ |
| κατὰ τὸ ἐφρενωθεὶς ὑπὸ τῶν | |
| {²crescent, a pair of eyes}² θεῶν ὑπὸ τοῦ | |
| Διὸς κὲ τοῦ <Μηνὸς> μεγάλου Ἀρτεμι- | |
| 5 | δώρου· ἐκολασόμην τὰ ὄματα τὸν |
| Θεόδωρον κατὰ τὰς ἁμαρτίας, ἃς | |
| ἐπύησεν· συνεγενόμην τῇ πε- | |
| δίσχῃ τ<οῦ> Ἁπλοκόμα, τῇ Τροφίμῃ, τῇ γυ- | |
| ναικὶ τῇ Εὐτύχηδος εἰς τὸ πλετώ- | |
| 10 | ριν· ἀπαίρι τὴν πρώτην ἁμαρτίαν προβά- |
| τῳ〚ν〛, πέρδεικι, ἀσφάλακι· δευτέρα | |
| ἁμαρτία· ἀλλὰ δοῦλος ὢν τῶν θεῶν τῶν | |
| ἐν Νονου συνεγενόμην τῇ Ἀριάγνῃ τῇ | |
| μοναυλίᾳ· ’παίρι χύρῳ, θείννῳ ἐχθύει· τῇ | |
| 15 | τ̣ρίτῃ ἁμαρτίᾳ συνεγενόμην Ἀρεθούσῃ |
| μοναυλίᾳ· ’παίρι ὄρνειθει, στρουθῷ, περισ- | |
| τερᾷ, κύ(πρῳ) κρειθοπύρων, πρό(χῳ) οἴνου· κύ(προν) πυρῶν | |
| καθαρὸς τοῖς εἱεροῖς, πρό(χον) αʹ· ἔσχα παράκλητον | |
| τὸν Δείαν· "εἴδαι, κατὰ τὰ πυήματα πεπηρώκιν, | |
| 20 | νῦν δὲ εἱλαζομένου αὐτοῦ τοὺς θεοὺς κὲ στη- |
| λογραφοῦντος ἀνερύσετον τὰς ἁμαρτίας"· | |
| ἠρωτημαίνος {²⁶ἠρωτημένος}²⁶ ὑπὸ τῆς συνκλήτου· "εἵλεος εἶ- | |
| μαι ἀναστανομένης τῆς στήλλην μου, | |
| ᾗ ἡμέρᾳ ὥρισα· ἀνύξαις τὴν φυλακήν, ἐξαφίω | |
| 25 | τὸν κατάδικον διὰ ἐνιαυτοῦ κὲ μηνῶν ιʹ περι- |
| πατούντων" |